Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.lond.3.1157va
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Αὐρηλίῳ Μαικίῳ Νεμεσιανῷ ἀπαιτητῇ διαδεχομένῳ τὴν στρατηγίαν τοῦ Ἑρμοπολίτου νομοῦ καὶ Αὐρηλίοις Αραω βουλευτῇ ἐξηγητεύσαντι ἐνάρχῳ πρυτάνειπρυτάνι Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας καὶ λαμπρᾶς καὶ σεμνοτάτης καὶ Ἑρμείνῳ βουλευτῇ ἀγορανομήσαντι τῆς αὐτῆς πόλεως δεκαπρώτοις τοπαρχίαςτοπαρχείας Πατεμίτου ἄνω παρὰ Αὐρηλίου Ἀπολλοδώρου υἱοῦ Σαβείνου βενεφικιαρίου ἐπάρχου Αἰγύπτου. βιβλιδίων ἐπιδοθέντων ὑπʼ ἐμοῦ Κλαυδίῳ Μαρκέλλῳ τῷ διασημοτάτῳ καθολικῷ καὶ Μαρκίῳ Σαλουταρίῳ τῷ κρατίστῳ ἐπιτρόπῳ Σεβαστῶν καὶ ἧς ἔτυχον ὑπογραφῆς βουλόμενος ὠνήσασθαι κατὰ τὰ κελευσθέντα ὑπʼ αὐτῶν ἐκ τοῦ δημοσίου ἀπὸ ὑπολόγου ἀφόρου τοῦ εἰς πρᾶσιν ἐπιγεγραμμένου ἐπὶ ἁπλῇ τιμῇ εἰκοσαδράχμῳ περὶ κωμογραμματείαν Ἀλαβαστρίνης ἐκ τοῦ Ἀδήμαντος καὶ Ἀπολλωνίου κλήρων ἄρουρας ιβ ἐπὶ γειτνίαις δεδηλωμέναις διὰ τῶν βιβλιδίων ὧν ἐστὶν ἀντίγραφον· Κλαυδίῳ Μαρκέλλῳ τῷ διασημοτάτῳ καθολικῷ καὶ Μαρκίῳ Σαλουταρίῳ τῷ κρατίστῳ ἐπιτρόπῳ Σεβαστῶν παρὰ Αὐρηλίου Ἀπολλοδώρου υἱοῦ Σαβείνου βενε φικιαρίου ἐπάρχου Αἰγύπτου. βούλομαι ὠνήσασθαι κατὰ τὰ κελευσθέντα ἐπὶ ἁπλῇ τιμῇ εἰκοσαδράχμωι περὶ κωμογραμματείαν Ἀλαβαστρίνης τοῦ Ἑρμοπολείτου νομοῦ ἐκ τοῦ Ἀδήμαντος καὶ Ἀπολλωνίου κλήρων ἄρουρας ιβ, γείτονες νότου ψιλὴ γῆ ἀπὸ ἀμπέλου πρότερον ἐλαιὼν καὶ ἐπί τι μέρος πρὸς τῷ ἀπηλιώτῃ παρά δεισος, βορρᾶ πρὸς μὲν τῷ λιβὶ παράδεισος καὶ ἰδιωτικὰ ἔδαφη, πρὸς δὲ τῷ ἀπηλιώτῃ ἰδιωτικὰ ἔδαφη, ἀπηλιώτου παλαιὸς λάκκος καὶ χέρσος Ἰσιδώρας Χαιρήμονος, λιβὸς παλαιὰ ῥύμη ἢ οἳ ἐὰν ὦσι γείτονες πάντη πάντοθεν ἅσ περ κυρωθεὶς διαγράψω ἐπὶεἰς τὴν ἐν Ἑρμούπολει δημοσίαν τράπεζαν, ἐὰν δὲ μὴ κυρωθῶ, οὐ κατασχεθήσομαι τῇδε τῇ αἰτήσειαἰτήσι. διευτύχει. ἔτους γ Παῦνι ιγ Αὐρήλιος Ἀπολλόδωρος Σαβείνου ἐπιδέδωκα καὶ ὑπεγράφη μοι οὕτως· οἱ τῆς τοπαρχίαςτοπαρχείας δεκάπρωτοι σὺν τῷ στρατηγῷ τὴν παράδοσίν σοι ποιήσωνται. προτεθήτω. κολλήματος λγ τόμου α. προτεθὲν ἐν Ἑρμουπόλει ὅθεν ἀξιῶ τὴν παράδοσίν μοι γένεσθαι ὑφʼ ὑμῶν καθὼς ἐκελεύθητε τῆς τι μῆς ὑπʼ ἐμοῦ διαγραφομένης εἰς τὴν ἐπὶ τόπων δημοσίαν τράπεζαν. διευτυχεῖτε. ἔτους γ Αὐτοκράτορος Καίσαρος Μάρκου Ἰουλίου Φιλίππου Εὐσεβοῦς Εὐτυχοῦς καὶ Μάρκου Ἰουλίου Φιλίππου γενναιοτάτου καὶ ἐπιφανεστάτου Καίσαρος Σεβαστῶν. Αὐρήλιος Ἀπολλόδωρος Σαβείνου ἐπιδέδωκα.Cross-references (3)
- TM-Text 22807 primary
- DDbDP-Text p.lond;3;1157va tier-1
- HGV-Text 22807 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.