Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.lond.3.1164i

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

κγ Εὐδαίμονος τοῦ καὶ Νείλου καὶ Ἱερακίωνος τοῦ καὶ Ἀνουβίωνος ἀργυρίου δραχμῶν Α ἔτους κ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Παρθικοῦ Μεγίστου ΒρεταννικοῦΒρενταννικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ μηνὸς Πανήμου Φαρμοῦθι κγ. διὰ τῆς Ἀνουβίωνος Ἀμμωνίου Ματιδίου τοῦ καὶ Καλλι τεκνίου ἐν Ἀντινοουπόλει χρηματιστικῆς τραπέζης. Εὐδαίμων ὁ καὶ Νεῖλος καὶ Ἱερακίων ὁ καὶ Ἀνουβίων οἱ δύο ἀφήλικες Ἀντινοεῖς διὰ τοῦ ἑαυτῶν πατρὸς Ἱερακίωνος τοῦ καὶ Ἀθηνοδώρου Ἀρρίας Σαβεινίου τοῦ καὶ ΜατραλιέωςΜαταλιέωςτοῦ καὶ ταλιεως βουλευτοῦ Ἀντινοέων Τούρβωνι Ἀπολλωνίου τοῦ καὶ Ἀμμωνίου Σεβαστείῳ τῷ καὶ Διοσκουρίῳ τῶν ἱερονικῶν καὶ ἀτε λῶν ἀπεσχηκέναι τὸν Τούρβωνα παρὰ τοῦ προκειμένου Ἱερα κίωνος τοῦ καὶ Ἀθηνοδώρου ἣν συνεφώνησεν πρὸς αὐτὸν τιμὴν ὧν πέπρακεν τοῖς προκειμένοις αὐτοῦ υἱοῖς σιτησέων δύο ὑποκει μένων οἷς ἐνίκησεν ἐν τῇ Ἀντινοουπόλει ἀνδρῶν πυγμὴν τῶν μεγάλων Ἀντινοείων τῷ τε πρώτῳ τριακοστῷ ἔτει θεοῦ Κομμόδου καὶ τῷ ἑξῆς δευτέρῳ τριακοστῷ ἔτει ἱερῶν ἀγώνων τῶν μεγάλων Ἀντινοείων ἀργυρίου δραχμὰς χιλίαςχειλίας γίνονται ἀργυρίου δραχμαὶ Α, ἀκολούθως τῷ γενομένῳ τῆς πράσεως διὰ τοῦ ἐπὶ τόπων ἀρχείου δημοσίῳ χρηματισμῷ ἐφʼ οἷς περιέχει δικαίοις πᾶσι. Τούρβων Ἀπολλω νίου Σεβάστιος ὁ καὶ Διοσκούριος ἀπέσχον παρὰ Ἱερακίωνος τοῦ καὶ Ἀθηνοδώρου τὰς τῆς τιμῆς ὧν πέπρακε τοῖς προκειμένοις αὐτοῦ υἱοῖς σιτησέωνσειτησέων δύο ὑποκειμένων οἷς ἐνίκησα στεφάνοις ὧν οἱ χρόνοι καὶ τὰ ἀσκήματα πρόκεινται ἀργυρίου δραχμὰς χιλίαςχειλίας γίνονται ἀργυρίου δραχμαὶ Α καὶ εὐδοκῶ πᾶσι ὡς πρόκειται. Φιλαντίνοος ὁ καὶ Ὡρίων γεραίτεροςγέρδιοσ Ἀπολιναρίου Σαβείνιος ὁ καὶ Ἁρμονιεὺς ἔγραψα ὑπὲρ αὐτοῦ φάσκοντος μὴ εἰδέναι γράμματα καὶ παρανέγνων αὐτῷ τήν δε τὴντὴν αὐτὴν ἀσφάλειαν ὡς περιέχει. Ἅρπαλος Νεμεσίωνος Νερουιάνιος ὁ καὶ Προπατόριος μαρτυρῶ. Ἡραῖος ὁ καὶ Μαρκιανὸς Ἡρᾶ Σεβάστειος ὁ καὶ Καισάριος μαρτυρῶ. Βησαρίων Διοσκόρου Σεβάστειος ὁ καὶ Διοσκούριος μαρτυρῶ. Ἱερακίων ὁ καὶ Ἀθηνόδωρος βουλευτὴς Ἀντινοέων ἐξωδίασα τὰς τῆς τιμῆς δραχμὰς χιλίαςχειλίας ὡς πρόκειται.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.