Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

cpr.6.73

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ ἐφʼ ἱερέων τῶν ὄντων ἐν Ἀλεξανδρείᾳ καὶ τῶν ἄλλων τῶν γραφομένων κοινῶν μη νὸς Γερμανικίου Παχὼν τρίτηι διʼ ἐπιτηρητῶν ἀγορανομίας Ἀγή ματος τοῦ ὑπὲρ Μέμφιν ἩρακλεοπολείτουἩρακλεοπολέτου. ὁμολογοῦσι Αὐρηλίαι Ἀνο γεῖρις ὡς ἐτῶν εἴκοσι μελίχρους καὶ Νεμεσοῦς ὡς ἐτῶν μελίχρους ἀμφότεραι Νεμεσίωνος μητρὸς Σουήριος ἀπὸ κώμης Τέκμει μετὰ κυρίων τῶν δοθέντων αὐτῶν κατʼ αἰτήσεις διὰ τοῦ ἐνάρχου ἐξηγητοῦ τὰς καὶ συνκαταχωριζομένας ἐν τῷ ἀρχείῳ τῆς μὲν Ἀνογείριος Αὐρηλίου Τυράννου Διοσκουρίδου τοῦ καὶ Πα θωτάτου Ἀντινοέως ὡς ἐτῶν ἑξήκοντα ἀσήμου τῆς δὲ Νεμε σοῦτος ΤίτουΤίτος ΟὐεττίουΟὐέττιος ἩρακλείδουἩρακλειδης Ἡρακλείδου καὶ ὡς χρηματίζει ὡς ἐτῶν τριάκοντα δύο πεπρακέναι καὶ παρακεχωρηκέναι Αὐρη λίῳ Ἥρωνι τῷ καὶ Ἡρακλείῳ συνδίκῳ βουλευτῇ τῆς ἩρακλεωτῶνἩρακλέους πόλεως ἀρχαίας καὶ θεοφιλοῦς ὡς ἐτῶν τριάκοντα ἓξ ἀπὸ τῶν ὑπαρχόντων αὐταῖς περὶ κώμην Περάφθιν ἐκ τοῦ κοινοῦ κλή ρου κατοικικῶνκατοικῶν ἄρουραν μίαν ἥμισυ ἧς γείτονεςγίτονες καθὼς αὐτοὶ ὑπηγόρευσαν πάντοθεν ἰδιωτικὴ γῆ καὶ δοῦλον οἰκογενῆοἰκογενην ᾧ ὄνομα ΦαμάιςΦάμαιν ἐκ μητρὸς οἰκογενοῦςοἰκογενη ὡς ἐτῶν δέκα λευκόχρουν καὶ μηχανὴν ἀλετικὴν ἐξηρτισμένην ἀργαλείοιςἀργαλίοις πᾶσι σὺν τῷ λίθῳ. τὴν δὲ συμπεφωνημένην τιμὴν καὶ παρα χωρητικὸν ἅπαν ὃ ἔστιν ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς δισχιλίαςδισχειλιαι προσομολογοῦσιν αἱ πωλοῦσαι καὶ παραχωροῦσαιπαραχωρησαι Αὐρηλίαι Ἀνογεῖρις καὶ Νεμεσοῦς ἀπεσχηκέναι παρὰπορα τοῦ Αὐρηλίου Ἥρωνος τοῦ καὶ Ἡρακλείου ταύτας ἐκ πλήρους διὰ χειρὸς ἐξ οἴκου καὶ παρέξονται αὐτῷ ταῦτα καθαρὰ ἀπό τε ἄλλων πράσεων ἢθ παραχωρήσεων ἢ ἑτέρων οἰκονομιῶν καὶ ἀπὸ παντὸς τοῦ ἐπελευσομένου ἢ ἐμποιησομένου ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶἀὶει χρόνον βεβαιοῦσαιβεβαιουντες πάσῃ βεβαιώσει ἢ ἐνέ χεσθαι αὐτὰς παραβάσαςπαραβάντας τῷ ὡρισμένῳ κατὰ τῶν παρασυνγρα φούντων ἐπιτίμῳἐπιτείμῳ καὶ μηδὲν ἧσσον τὰ διομολογημένα κύρια εἶναι. περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καὶ καλῶς γεγενῆθαι ἐπερωτηθεῖσαι ὡμολόγησαν. ὁ δὲ χρηματισμὸς ἐτελειώθη κινδύνῳ αὐτῶν τῆς πρω τοπραξίας οὔσης τῷ δημοσίῳ μηδενὸς δημοσίου ἢ ἰδιωτικοῦ καταβλα πτομένου. ἡ ὁμολογία κυρία. Αὐρηλία Ἀνογεῖρις Νεμεσίωνος μετὰ κυρίου τοῦ κατʼ αἴτησιν Αὐρηλίου Τυράννου Διοσκουρίδου τοῦ καὶ Παθωτάτου Ἀντινοέως πέπρακα τῷτη Αὐρηλίῳ Ἥρωνι τῷ καὶ Ἡρακλείῳ ἄρουραν μίαν ἥμισυ καὶ τὸν δοῦλον Φαμάιν καὶ μηχανὴν ἐξηρτισμένην ἀργαλείοις πᾶσι σὺν τῷ λίθῳ καὶ συναπέσχον τὴν τιμὴν ἀργυρίου δραχμὰς δισχιλίας καὶ τῇ πράσει βε βαιώσω ὡς πρόκειται. Αὐρηλία Νεμεσοῦς Νεμεσίωνος μετὰ κυρίου τοῦ κατʼ αἴτησιν Τίτου Οὐετʼτίου Ἡρακλείδου Ἡρακλείδου καὶ ὡς χρηματίζει αυ πέπρακα Αὐρηλίῳ Ἥρωνι τῷ καὶ Ἡρακλείῳ συνδίκῳ βουλευτῇ ἄρουραν μίαν ἥμισυ καὶ τὸν δοῦλον Φαμάιν καὶ μηχανὴν ἐξηρτισμένην ἀργαλείοις πᾶσι σὺν τῷ λίθῳ καὶ συναπέσχον τὴν τιμὴν ἀργυρίου δραχμὰς δισχιλίας καὶ βεβαιώσω τῇ πράσει ὡς πρόκειται. Αὐρήλιος Ἥρων ὁ καὶ Ἡράκλειος σύνδικος βουλευτὴς ἠγόρακα τὰ προκείμενα καθὼς πρόκειται.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.