no image
DDbDP-text
Sale of an unplanted vineyard at Temrauthis near Pathyris. A notarial contract of sale drawn up at Pathyris in 99 BC, in which the ironworker Galates son of Pelaias sells an unplanted vineyard plot at Temrauthis, north of Pathyris, to Petearsemtheus son of Panebchounis for 4000 bronze drachmas. A short summary (upper text) precedes the full deed, which gives physical descriptions of both parties and the plot's neighbours. machine translation
Linked by Trismegistos ID
TM 94.
Each record below describes this same artifact or text from a different angle.
[1]
ἔτους ιϛ Ἁθὺρ ιε.
ἀπέδοτο Γαλάτης
Πελαίου τῶν ἐκ
Παθύρεως σιδηρουργῶν ἀπὸ τοῦ
ὑπάρχοντος αὐτῶι
ἐδάφους ἀμπελῶνα ἀσύμφυτον
ἐν Τεμραύθει
ἐν τῶι ἀπὸ βορρᾶ
μέρει Παθύρεως.
ἐπρίατο Πετεαρσεμθεῦς Πανεβχούνιος
τιμῆς χαλκοῦ δραχμῶν Δ.
[2]
βασιλευόντων Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Βερενίκης τῆς ἀδελφῆς θεῶν Φιλομητόρων
ἔτους ἑκκαιδεκάτου ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Ἁθὺρ ιε ἐν Παθύρει
ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου.
ἀπέδοτο Γαλάτης Πελαίου Πέρσης τῶν ἐκ Παθύρεως σιδηρουργῶν ὡς ἐτῶν νε μέσος ἐπίπυρρος μακροπρόσωπος
εὐθύριν οὐλὴ μετώπωι ἐκ δεξιῶν ἀπὸ τοῦ ὑπάρχοντος αὐτῶι ἐδάφους ἀμπελῶνα ἀσύμφυτον ἐν Τεμραύθει ἐν τῶι ἀπὸ βορρᾶ μέρει Παθύρεως οὗ γείτονες νότου Ψενοσίριος τοῦ Κανώπου καὶ τῶν ἀδελφῶν,
βορρᾶ Ταμούθιος τῆς Πελαίου, ἀπηλιώτου νήσος καλουμένη Τμονπιτεβ, λιβὸς Πατοῦτοςτοῦ
Ὥρου καὶ τῶν ἀδελφῶν ἢ οἳ ἂν ὦσιν γείτονες πάντοθεν. ἐπρίατο Πετεαρσεμθεῦς Πανεβχούνιος
Πέρσης τῶν ἐκ Παθύρεως ὡς ἐτῶν μ μέσος μελίχρως τετανὸς στρογγυλοπρόσωπος εὐθύριν οὐλὴ μετώπωι
ἐκ δεξιῶν τιμῆς χαλκοῦ δραχμῶν τετρακισχιλίων . προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν
ταύτην Γαλάτης ὁ ἀποδόμενος ὃν ἐδέξατο Πετεαρσεμθεῦς ὁ πριάμενος.
Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικαSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.