no image
DDbDP-text
Sale of grain land at Tiabonis near Pathyris. Notarial contract of sale drawn up at Pathyris in 99 BC, in which Panobchounis son of Totoes sells his share of undivided grain land in two parcels at Tiabonis to Petearsemtheus, priest of Souchos and Aphrodite, for 2 bronze talents. An abstract of the deed precedes the full text. machine translation
Linked by Trismegistos ID
TM 93.
Each record below describes this same artifact or text from a different angle.
[1]
ἔτους ιε Παῦνι γ.
ὠνὴ Πανοβχούνιος
Τοτοήους γῆς
σφραγῖσι β ἣν ἐωνήσατο παρὰ Τοβκενουπιος
καὶ Ταθωτιος τῶν
Πατῆτος τοῦ Καλλίου
ἐν τῷ γ ἔτει Χοιὰχ ια
ἐπὶ τοῦ ἐν Διοσπόλει
τῆι μεγάλῃ ἀρχείου
ἐπρίατο Πετεαρσεμθεῦς Πακοίβιος
χαλκοῦ ταλάντων β
[2]
βασιλεύοντος Πτολεμαίου ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Βερενίκης τῆς ἀδελφῆς θεῶν Φιλομητόρων ἔτους ιε
ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Παῦνι γ ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου
ἀγορανόμου. ἀπέδοτο Πανοβχοῦνις Τοτοήους Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν ξ ἐλάσσων ἢ μέσος μελίχρως τετανὸς μακροπρόσωπος εὐθύριν ὦτα μέγαλα τὴν ὑπάρχουσαν αὐτῷ μερίδα γῆς ἠπείρου σιτοφόρου ἀδιαιρέτου τῆς οὔσης ἐν τῷ περὶ Πάθυριν
πεδίωι ἀπὸ σφραγίδων δυσὶν ἐν Τιαβωνει ἣν καὶ αὐτὸς ἐωνήσατο παρὰ Τοβκενούπιος καὶ Ταθώτιος τῶν Πατῆτος τοῦ Καλλίου
ἐν τῶι γ ἔτει Χοιὰχ ια καὶ ὠνὴν τέθεικαν ἐπὶ τοῦ ἐν Διοσπόλει τῇ μεγάληι ἀρχείου ἐπʼ Ἀπολλωνίου ἀγορανόμου, γείτονες
τῆς μιᾶς νότου γῆ Χεσθώτου τοῦ Μελιπάιτος, βορρᾶ γῆ Παθώτου τοῦ Πανομιέως, ἀπηλιώτου γῆ Θράσωνος καὶ τῶν ἀδελφῶν,
λιβὸς περίχωμα, τῆς δʼ ἄλλης νότου γῆ Πατοῦτος τοῦ Ὥρου καὶ τῶν ἀδελφῶν, βορρᾶ γῆ Χενσθώτου τοῦ Μελιπάιτος ἀπηλιώτου
γῆ Ἀέους, λιβὸς περίχωμα ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Πετεαρσεμθεῦς Πακοίβιος ἱερεὺς Σούχου καὶ Ἀφροδίτης
ὡς ἐτῶν ν χαλκοῦ ταλάντων δύο . βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Πανοβχοῦνις ὁ ἀποδόμενος ὃν ἐδέξατο
Πετεαρσεμθεῦς ὁ πριάμενος.
Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικαSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.