no image
DDbDP-text
Kaufvertrag über ein Feld (Agoranomisches Protokoll) via HGV-meta
Sale of a share of grain land on the sandbank at Pathyris. A notarial contract drawn up before the agoranomos' office at Pathyris, recording that Titos, acting with her elder son Psennesis as guardian, sold her share of undivided grain land on a river sandbank to Petearsemtheus for 1,200 bronze drachmas. It dates to the reign of Ptolemy X Alexander and Berenike, 99 BC. machine translation
Linked by Trismegistos ID
TM 81.
Each record below describes this same artifact or text from a different angle.
βασιλευόντων Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Βερενίκης τῆς ἀδελφῆς Θεῶν Φιλομητόρων
ἔτους ιϛ ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Θῶθ κα ἐν Παθύρει ἐφʼ Ἑρμίου
τοῦ παρὰ Πανίσκου ἀγορανόμου.
ἀπέδοτο Τιτῶς Πατοῦτος Περσίνη ὡς ἐτῶν ξ μέση μελίχρως μακροπρόσωπος εὐθύριν μετὰ κυρίου τοῦ ἑαυτῆς πρεσβυτέρου υἱοῦ Ψεννήσιος τοῦ Ἁρσιήσιος Πέρσου τῆς ἐπιγονῆς ὡς ἐτῶν ν μέσου μελάνχρωτος ὑποκλάστου ἀναφαλάντου μακροπροσώπου
εὐθυρίνου, ὀφθαλμὸν δεξιὸν βεβλαμμένου ἀπὸ τῆς ὑπαρχούσης αὐτῇ καὶ τοῖς ἀδελφοῖς γῆς σιτοφόρου ἀδιαιρέτου ἐν τῇ ταινίᾳ Παθύρεως λεγομένης Πκρῶ Κοήτιος τὸ ἐπιβάλλον αὐτῇ μέρος οὗ γείτονες νότου γῆ
Σλήπιος, βορρᾶ γῆ Πανᾶτος, ἀπηλιώτου ποταμὸς, λιβὸς γῆ Ἁραμῆτος ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο
Πετεαρσεμθεὺς Πανοβχούνιος ὡς ἐτῶν μ χαλκοῦ δραχμὰς χιλίας διακοσίας. προπωλήτρια καὶ βεβαιώτρια
τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Τιτῶς ἡ ἀποδομένη ἣν ἐδέξατο Πετεαρσεμθεὺς ὁ πριάμενος.
Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.