no image
DDbDP-text
Sale of a twelfth share of grain land at Pathyris. A double-text sale contract drawn up before the agoranomos Hermias at Pathyris, in which Petearsemtheus son of Almaphis, a pastophoros of Aphrodite, sells a one-twelfth share of grain land in the northern plain of Pathyris to Petearsemtheus son of Panebchounis. It dates to the reign of Ptolemy X Alexander and Cleopatra Berenike, 2 January 88 BC. machine translation
Linked by Trismegistos ID
TM 88.
Each record below describes this same artifact or text from a different angle.
[1]
ἔτους κϛ Χοιὰχ κα.
ἀπέδοτο Πετεαρσεμθεῦς Ἀλμάφιος
παστοφόρος τῆς
Ἀφροδίτης τὴν ὑπάρχουσαν αὐτῶι τε καὶ
τοῖς ἀδελφοῖς δωδεκάτην μερίδα γὴν ἤπειρον
σιτοφόρον τὴν οὖσαν ἐν
τῶι ἀπὸ βορρᾶ πεδίωι
Παθύρεως ἣν καὶ αὐτὸς
ἐωνήσατο παρὰ Ταμούνιος τῆς Πατοῦτος
ὧν αἱ γειτνίαι δεδήλωνται διὰ τῆς ὠνῆς.
ἐπρίατο Πετεαρσεμθεῦς Πανεβχούνιος.
[2]
βασιλευόντων Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Κλεοπάτρας τῆς ἀδελφῆς θεῶν Φιλομητόρων Σωτήρων
ἔτους ἕκτου καὶ εἰκοστοῦ ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Χοιὰχ κα ἐν Παθύρει
ἐφʼ Ἑρμίου ἀγορανόμου τῆς ἄνω τοπαρχίας τοῦ Παθυρίτου.
ἀπέδοτο Πετεαρσεμθεῦς Ἀλμάφιος παστοφόρος τῆς Ἀφροδίτης ὡς ἐτῶν με μέσος μελίχρως τετανὸς μακροπρόσωπος
εὐθύριν ὡς ἀριστερὸν τετρημένον τὴν ὑπάρχουσαν αὐτῶι τε καὶ τοῖς μετόχοις δωδεκάτην μερίδα γῆς
ἠπείρου σιτοφόρου τῆς οὔσης ἐν τῶι ἀπὸ βορρᾶ πεδίωι Παθύρεως ἀδιαιρέτου λεγομένης Κοήτιος
ἣν καὶ αὐτὸς ἐωνήσατο παρὰ Ταμούνιος τῆς Πατοῦτος ἐν σφραγῖδι μιᾶι , γείτονες τῆς ὅλης γῆς νότου γῆ
Καλίβιος πρεσβυτέρας ἣς κρατοῦσιν οἱ υἱοί, βορρᾶ γῆ Φατρέους τοῦ Χενσθώτου, ἀπηλιώτου γῆ Ἀέους
τοῦ Ἁρμαχόρου, λιβὸς περίχωμα ἢ οἳ ἂν ὦσιν γείτονες πάντοθεν. ἐπρίατο Πετεαρσεμθεῦς
Πανεβχούνιος. προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Πετεαρσεμθεῦς
Ἀλμάφιος ὁ ἀποδόμενος ὃν ἐδέξατο Πετεαρσεμθεῦς Πανεβχούνιος ὁ πριάμενος.
Ἑρμίας κεχρημάτικα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.