no image
DDbDP-text
Sale of a House via HGV-meta
Sale of a house at Pathyris by Peteesis to Pelaias. A notarial contract drawn up before the agoranomos Hermias at Pathyris recording that Peteesis son of Pates sold a house in the eastern part of the town to his neighbour Pelaias son of Eunous for 1 talent of bronze. It opens with a short summary (abstract) followed by the full deed, dated 6 September 88 BC. machine translation
Linked by Trismegistos ID
TM 125.
Each record below describes this same artifact or text from a different angle.
[1]
ἔτους κϛ Μεσορὴι
κη. ἀπέδοτο
Πετεῆσις
Πατῆτος
Πελαίαι Εὐνόου
τὴν ὑπάρχουσαν αὐτῶι
ἐν τῶι ἀπὸ
ἀπηλιώτου
μέρει Παθύρεως
οἰκίαν ᾠκοδομημένην
καὶ δεδοκωμένην καὶ τεθυρωμένην
ἧς αἱ γειτνίαι
δεδήλωνται
διὰ τῆς ὠνῆς.
[2]
βασιλευόντων Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Κλεοπάτρας τῆς ἀδελφῆς θεῶν
Φιλομητόρων Σωτήρων ἔτους ἕκτου καὶ εἰκοστοῦ, ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων
καὶ οὐσῶν, μηνὸς Μεσορὴι κη, ἐν Παθύρει ἐφʼ Ἑρμίου ἀγορανόμου τῆς ἄνω τοπαρχίας τοῦ Παθυρίτου.
ἀπέδοτο Πετεῆσις Πατῆτος Πέρσης ὡς ἐτῶν μ μέσος μελίχρως τετανὸς μακροπρόσωπος
εὐθύριν οὐλὴ ὑπʼ ὀφρύι ἀριστερᾷ, τὴν ὑπάρχουσαν αὐτῶι οἰκίαν ᾠκοδομημένην καὶ δεδοκωμένην καὶ τεθυρωμένην τῆς οὔσης ἐν τῶι ἀπὸ ἀπηλιώτου μέρει Παθυρέως
λεγομένης κρήνης, ἧς γείτονες νότου οἰκία Πελαίου τοῦ ὠνουμένου, βορρᾶ οἰκία
Ταενούτιος τῆς Ψενποήριος ἧς κρατεῖ Τοτοῆς Πανεχάτου ἀπηλιώτου καὶ λιβὸς
ῥύμη βασιλικὴ, ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Πελαίας Εὐνόου χαλκοῦ ταλάντου α.
προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Πετεῆσις
ὁ ἀποδόμενος, ὃν ἐδέξατο Πελαίας ὁ πριάμενος.
Ἑρμίας κεχρημάτικα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.