no image
DDbDP-text
Kauf via HGV-meta
Sale of a house and courtyard in Pathyris. A copy of a contract recording the sale of a vaulted house with courtyard in the middle quarter of Pathyris by Psenmenches son of Panechates to Psenenoupis son of Pasas for 3 talents 2000 bronze drachmas. It was drawn up before the agoranomos's deputy Hermias in November 103 BC, preceded by a short summary of the deed. machine translation
Linked by Trismegistos ID
TM 242.
Each record below describes this same artifact or text from a different angle.
[1]
ἔτους ιε τοῦ καὶ ιβ
Ἁθὺρ ια. ἀπέδοτο
Ψενμεγχῆς Πανεχάτου
οἰκίαν ᾠκοδομημένην καὶ ἐστεγασμένην κεκαμαρωμένην καὶ τὴν προσοῦσαν
αὐλὴν ἐν τῇ μέσῃ ταινίᾳ Παθύρεως. ἐπρίατο
Ψενενοῦπις Πασᾶτος
χαλκοῦ τάλαντα γ δραχμὰς Β.
[2]
ἀντίγραφον ὠνῆς.
βασιλευόντων Κλεοπάτρας καὶ Πτολεμαίου ἐπικαλουμένου Ἀλεξάνδρου τοῦ υἱοῦ θεῶν Φιλομητόρων
ἔτους ιε τοῦ καὶ ιβ ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Ἁθὺρ ιαἐν Παθύρει
ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἀπέδοτο Ψενμεγχῆς Πανεχάτου Πέρσης τῆς ἐπιγονῆς
ὡς ἐτῶν μ μέσος μελίχρως τετανὸς ἀναφάλακρος μακροπρόσωπος εὐθύριν ἐπισκάζων τὸν πόδα δεξιὸν οὐλὴ παρʼ
ὀφθαλμὸν ἀριστερὸν τὴν ὑπάρχουσαν αὐτῶι οἰκίαν ᾠκοδομημένην καὶ ἐστεγασμένην καὶ κεκαμαρωμένην
καὶ τεθυρωμένην καὶ τὴν προσοῦσαν αὐλὴν τὴν οὖσαν ἐν τῇ μέσῃ ταινίᾳ Παθύρεως ἧς γείτονες νότου οἰκία
Νεχούτου τοῦ Πανεχάτου βορρᾶ οἰκία Κεφάλωνος ἀπηλιώτου ῥύμη λιβὸς οἰκία Πόρτιτος τοῦ Πετεσούχου καὶ
ἀνὰ μέσον ῥύμη ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Ψενενοῦπις Πασᾶτος Πέρσης ὡς ἐτῶν ν χαλκοῦ τάλαντα
τρία δραχμὰς δισχιλίας . προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Ψενμεγχῆς
ὁ ἀποδόμενος, ὃν ἐδέξατο Ψενενοῦπις ὁ πριάμενος.
Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικαSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.