no image
DDbDP-text
Kaufvertrag via HGV-meta
Sale of a share of a house and courtyard at Pathyris. A sale contract drawn up before the agoranomos Heliodoros at Pathyris around 112 BC. The siblings Sales and Tanemieus, children of Patseous, sell their share of a house with courtyard in western Pathyris to the woman Namosesis daughter of Spemminis for 2 talents of bronze. A short summary of the sale precedes the full dated contract. machine translation
Linked by Trismegistos ID
TM 126.
Each record below describes this same artifact or text from a different angle.
[1]
ἀπέδοντο Τανεμιεὺς
καὶ Σαλῆς ἀδελφοὶ τὴν ὑπάρχουσαν αὐτοῖς
οἰκίαν ὠικοδομημένην καὶ τεθυρωμένην καὶ
ἐστεγασμένην καὶ τὴν προσοῦσαν
αὐλήν. ἐπρίατο
Ναμοσῆσις Σπεμμίνιος
χαλκοῦ τάλαντα β.
[2]
βασιλευόντων Κλεοπάτρας καὶ βασιλέως Πτολεμαίου θεῶν Φιλομητόρων Σωτήρων
ἔτους ια ἐφʼ ἱερέως βασιλέως Πτολεμαίου θεοῦ Φιλομήτορος Σωτῆρος Ἀλεξάνδρου
καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων
καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ Φιλοπάτορος νέου καὶ θεοῦ Εὐεργέτου
καὶ θεῶν Φιλομητόρων Σωτήρων ἱερουπώλου Ἴσιδος θεᾶς μεγίστης μητρὸς θεῶν
ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος κανηφόρου Ἀρσινόης Φιλαδέλφου ἱερείας Ἀρσινόης
Φιλοπάτορος τῶν ὄντων ἐν Ἀλεξανδρείαι, ἐν δὲ Πτολεμαίδι τῆς Θηβαίδος ἐφʼ ἱερέων
καὶ ἱερισσῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν ἐν Πτολεμαίδι μηνὸς Φαῶφι ε
ἐν Παθύρει ἐφʼ Ἡλιοδώρου ἀγορανόμου. ἀπέδοντο Σαλῆς Πατσεοῦτος Πέρσης τῆς
ἐπιγονῆς ὡς ἐτῶν ιη μελίχρως τετανὸς μακροπρόσωπος εὐθύριν καὶ Τανεμιεὺς
Πατσεοῦτος Περσίνη ὡς ἐτῶν κε μέση μελίχρως μακροπρόσωπος εὐθύριν μετὰ κυρίου
ἀμφοτέρων Πααμήνιος τοῦ Ψεννήσιος Πέρσου τῆς ἐπιγονῆς ὡς ἐτῶν λ μέσου
[3]
μελιχρόου ὑποκλάστου στρογγυλοπροσώπου εὐθυρινὸς τὴν
ἐπιβάλλουσαν αὐτοῖς μερίδα οἰκίας ᾠκοδομημένης καὶ ἐστεγασμένης καὶ τεθυρωμένης καὶ τῆς προσούσης αὐλῆς τῆς
οὔσης ἐν τῶι ἀπὸ λιβὸς μέρει Παθύρεως, γείτονες· νότου οἰκία Πετοσίριος τοῦ ἱερέως καὶ Νεχούτου ἀδελφοῦ βορρᾶ οἰκία Πατοῦτος
τοῦ Ἑριέως ἀπηλιώτου οἰκία Πατῆτος τοῦ Πελαίου λιβὸς οἰκία
Παοῦτος τοῦ Πελαίου ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν.
ἐπρίατο Ναμοσῆσις Σπεμμίνιος Περσίνη ὡς ἐτῶν λ μέση μελάνχρως
εὐθύριν χαλκοῦ ταλάντων δύο . προπωληταὶ καὶ βεβαιωταὶ
τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Σαλῆς καὶ Τανεμιεὺς
οἱ ἀποδόμενοι, οὓς ἐδέξατο Νημεσῆσις ἡ πριαμένη.
Ἡλιόδωρος κεχρημάτικα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.