no image
DDbDP-text
Vendita di una sesta parte di palmeto via HGV-meta
Sale of a sixth share of a palm grove at Pathyris. A sale contract drawn up before the agoranomos's office at Pathyris in 104 BC. Thaibis daughter of Phibis, with her brother Paous as guardian, sells the sixth share of a palm grove that belonged to her son Pasemis to her other sons Phibis and Horos for 2 talents 4,000 bronze drachmas. machine translation
Linked by Trismegistos ID
TM 7.
Each record below describes this same artifact or text from a different angle.
βασιλευόντων Κλεοπάτρας καὶ βασιλέως Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου τοῦ υἱοῦ θεῶν Φιλομητόρων
ἔτους ιγ τοῦ καὶ ι ἐφʼ ἱερείων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν, μηνὸς Παῦνι ιη, ἐν Παθύρει
ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου.
ἀπέδοτο Θαίβις Φίβιος Περσίνη ὡς ἐτῶν νη, μέση μελίχρως μακροπρόσωπος εὐθύριν ὑπόσκνιφος, μετὰ κυρίου τοῦ ἑαυτῆς ἀδελφοῦ
Παοῦτος πρεσβυτέρου Πατοῦτος τοῦ Φαγώνιος Πέρσου ὡς ἐτῶν λε, μέσου μελίχρωτος ὑποκλάστου μακροπροσώπου εὐθυρίνου ἀσήμου,
ἀπὸ τοῦ ὑπαρχόντος αὐτῇ ἐδάφους φοινικῶνος φυομένων τοῦ ὄντος ἐν τῷ ἀπὸ ἀπηλιώτου μέρει Παθύρεως τὸ ἐπιβάλλον Πασῆμι Νεχούτου τῶι ἑαυτῆς υἱῷ μέρος ἕκτον, ἧς γείτονες νότου τὸ μέρος φοινικῶνος Πανερεῦτος,
βορρᾶ καὶ ἀπηλιώτου Ὥρου τοῦ Νεχούτου, λιβὸς διῶρυξ ἢ οἱ ἂν ὧσι γείτονες πάντοθεν. ἐπρίατο Φῖβις καὶ Ὧρος οἱ δύο
τῶν Νεχούτου τῶν ἐκ Θαίβιος τῆς Φίβιος ἴσην τρίτην μερίδα χαλκοῦ τάλαντα δύο δραχμὰς τετρακισχιλίας .
προπωλήτρια καὶ βεβαιώτρια τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Θαίβις ἣν ἀποδομένη οὓς ἐδέξαντο
Φῖβις καὶ Ὧρος οἱ πριάμενοι.
Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικαSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.