no image
DDbDP-text
Sale of Half a Dove - Cote, at the Office of the Agoranomus via HGV-meta
Sale of half a dovecote at Pathyris. A contract of sale drawn up before the agoranomos's office at Pathyris, by which Petesouchos son of Phibis with his brothers and sisters sells half of a family dovecote in the northern part of the town to their neighbour Horos son of Nechoutes for 3,000 copper drachmas. It dates to 14 October 98 BC. machine translation
Linked by Trismegistos ID
TM 11.
Each record below describes this same artifact or text from a different angle.
[1]
ἔτους ιζ Θῶυθ κη
ἀπέδοτο Πετεσοῦχος
Φίβιος καὶ οἱ ἀδελφοὶ
τὸ ὕπαρχον αὐτοῖς ἥμισυ
περιστερῶνος τοῦ ὄντος
ἐν τῶι ἀπὸ βορρᾶ μέρει
Παθύρεως χαλκοῦ Γ. ἐπρίατο
Ὧρος Νεχούτου.
[2]
βασιλευόντων Κλεοπάτρας καὶ βασιλέως Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου
τοῦ υἱοῦ θεῶν Φιλομητόρων ἔτους ιζ Θωυθ κη ἐν Παθύρει ἐπʼ Ἀμμωνίου τοῦ
παρὰ Πανίσκου ἀγορανόμου τῆς ἄνω τοπαρχίας. ἀπέδοτο Πετεσοῦχος Φίβιος
Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν λ εὐμεγέθης μελίχρως ὑποκλαστὸς μακροπρόσωπος εὐθύριν
καὶ Πανεβχοῦνις ἀδελφὸς καὶ Ὧρος ἀδελφὸς ὡς ἐτῶν κ μετὰ κυρίου τοῦ ἑαυτῶν ἀδελφοῦ
Πετεσούχου τοῦ προγεγραμμένου καὶ συμπωλουμένου καὶ Θαῖβις ἀδελφὴ καὶ Σεννῆσις ἀδελφὴ
αἱ δύο τῶν Φίβιος Περσῖναι, συνεπικελευούσης τῆς τούτων μητρὸς Θαυσίριος Περσίνης
μετὰ κυρίου Πανεβχούνιος, ἀπὸ τοῦ ὑπάρχοντος αὐτοῖς περιστερῶνος τοῦ ὄντος
ἐν τῶι ἀπὸ βορρᾶ μέρει Παθύρεως τὸ ἥμισυ· γείτονες τοῦ ὅλου περιστερῶνος
νότου οἰκία Ὥρου τοῦ Νεχούτου, βορρᾶ καὶ λιβὸς ῥύμη βασιλική, ἀπηλιώτου οἰκία
Φίβιος τοῦ Νεχούτου, ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Ὧρος Νεχούτου
Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν μγ μέσος μελίχρως ὑποκλαστὸςμακροπρόσωπος εὐθύριν χαλκοῦ
δραχμῶν τρισχιλίων . προπωληταὶ καὶ βεβαιωταὶ τῶν κατὰ τὴν ὠνὴν ταύτην
πάντων Πετεσοῦχος καὶ οἱ ἀδελφοὶ οἱ ἀποδόμενοι, οὓς ἐδέξατο Ὧρος ὁ πριάμενος.
Ἀμμώνιος ὁ παρὰ Πανίσκου κεχρημάτικα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.