no image
DDbDP-text
Sale of Land, at the Office of the Agoranomus via HGV-meta
Sale of 3 arouras of grain land at Pathyris. A contract registered at the agoranomos office of Pathyris recording that Kollouthes son of Phageris sold his undivided share of 3 arouras of grain land, held with his brothers, to Horos son of Nechoutes for 3 talents 2,000 bronze drachmas. It dates to 26 October 101 BC, under Ptolemy X Alexander and Berenike. machine translation
Linked by Trismegistos ID
TM 12.
Each record below describes this same artifact or text from a different angle.
βασιλεύοντος βασιλέως Πτολεμαίου τοῦ ἐπι-καλουμένου Ἀλεξάνδρου θεοῦ Φιλομήτορος καὶ βασιλίσσης Βερενίκης τῆς ἀδελφῆς θεῶν Φιλομητόρων ἔτους ιδ
ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Φαῶφι ι ἐν Παθύρει ἐφʼ Ἑρμίου
τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἀπέδοτο Κολλούθης Φαγήριος Πέρσης ὡς ἐτῶν λε μέσος μελίχρως τετανὸς
μακροπρόσωπος εὐθύριν ὦς ἀριστερὸν τετρημένον τὸ ἐνλιπὸν αὐτῷ ἄπρατον μέρος γῆς ἠπείρου σιτοφόρου
σφραγίδων δύο ἐν τῷ περὶ Παθύρειν πεδίωι ὑπαρχούσης αὐτῷ καὶ τοῖς ἀδελφοῖς ἀδιαιρέτου, ἀπὸ ἀρουρῶν
ἑπτὰ ἀρούρας τρεῖς · γείτονες μιᾶς μὲν νότου γῆ Πατήφιος, βορρᾶ γῆ Πακοίβιος διὰ τῶν Φίβιος
υἱῶν,ἀπηλιώτου ὁδὸς βασιλική, λιβὸς γῆ Ψεμμώνθου τοῦ Πανεχάτου καὶ τῶν μετόχων, τὴν δʼ ἄλλην
νότου γῆ Πακοίβιος, βορρᾶ γῆ Ταθώτιος, ἀπηλιώτου ὁδὸς βασιλική, λιβὸς γῆ Πορεγέβθιος καὶ Παῶτος, ἢ οἳ ἂν
ὦσι γείτονες τῶν δύο σφραγίδων. ἐπρίατο Ὧρος Νεχούτου ὡς ἐτῶν ν χαλκοῦ τάλαντα τρία δραχμὰς
δισχιλίας . προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Κολλούθης ὁ ἀποδόμενος, ὃν ἐδέξατο Ὧρος ὁ πριάμενος.
Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.