no image
DDbDP-text
’Homological’ Deed of Renunciation, at the Office of the Agoranomus via HGV-meta
Deed of renunciation of 3 arouras of grain land near Pathyris. A deed drawn up at the agoranomos' office in Pathyris in which Kollouthes son of Phageris renounces all claims to 3 arouras of grain land near Pathyris in favour of Horos son of Nechouthes. It confirms a sale of renunciation concluded the year before and sets penalties for any future claim. machine translation
Linked by Trismegistos ID
TM 14.
Each record below describes this same artifact or text from a different angle.
[r]
ἔτους ιε Φαῶφι ιγ ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ
παρὰ Πανίσκου ἀγορανόμου.
ὁμολογεῖ Κολλούθης Φαγήριος Πέρσης τῆς
ἐπιγονῆς Ὥρωι Νεχούθου Πέρσης ἀφίστασθαι
καὶ μὴ ἐπελεύσεσθαι ἀπὸ τῆς ὑπαρχούσης αὐτῷ γῆς ἠπείρου σιτοφόρου τῆς οὔσης
ἐν τῷ περὶ Παθύρειν πεδίωι ἀρουρῶν τριῶν
τῶν ἐν ἀρούραις ἑπτὰ καὶ τοῦ προσόντος χαλάσματος ἐν σφραγῖσι δυσίν , ὧν γείτονες
μιᾶς μὲν νότου γῆ Πατήφιος, βορρᾶ γῆ
Πακοίβιος διὰ τῶν Φίβιος υἱῶν, ἀπηλιώτου ὁδὸς
βασιλική, λιβὸς γῆ Ψεμμώνθου τοῦ Πανεχάτου
καὶ τῶν μετόχων, τὴν δʼ ἄλλην νότου γῆ
Πακοίβιος, βορρᾶ γῆ Ταθώτιος, ἀπηλιώτου ὁδὸς βασιλική,
λιβὸς γῆ Πορεγέβθιος καὶ Παῶτος, ἢ οἳ ἂν
ὦσι γείτονες τῶν δύο σφραγίδων, ἧς ἐτελειώθη
ὠνῆς ἀποστασίου ἐν τῷ ιδ ἔτει Φαῶφι ι
εἰς τὸ ἐνλιπὸν μοι ἄπρατον γῆς ἀρουρῶν γ,
καὶ μὴ ἐπελεύσεσθαι μήτʼ αὐτὸν
Κολλούθην μήδʼ ἄλλον μηδένα ὑπὲρ αὐτοῦ
ἐπὶ τὸν Ὧρον μήδʼ ἐπʼ ἄλλον μηδένα τῶν
παρʼ αὐτοῦ περὶ τῶν ἀρουρῶν γ, εἰ δὲ μὴ ἥ τʼ ἔφοδος τῶι ἐπιπορευομένωι ἄκυρος ἔστω,
καὶ προσαποτεισάτω ὁ ἐπελθὼν ἐπίτιμον
παραχρῆμα χαλκοῦ τάλαντα ϛ καὶ ἱερὰς βασιλεῦσιν ἀργυρίου ἐπισήμου δραχμὰς ρκ καὶ μηθὲν ἧσσον ἐπάναγκον αὐτῷ ἔστω ποιεῖν κατὰ τὰ προγεγραμμένα.
Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα.
[v]
ὁμολογία Ὥρου Νεχούθου
παρὰ Κολλούθου Φαγήριος
γῆς ἀρουρῶν γ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.