no image
DDbDP-text
Release of claims by Horos son of Paous in favour of Petearsemtheus and his brothers. An agoranomic contract from Pathyris in which Horos son of Paous, a 'Persian of the epigone', acknowledges a settlement with four brothers, sons of Panobchounis, over debts that he and his father had paid on behalf of the family matriarch Tareesis, and renounces all further claims against them. It was registered before the notary's deputy Hermias in 103 BC. machine translation
Linked by Trismegistos ID
TM 70.
Each record below describes this same artifact or text from a different angle.
[r]
ἔτους ιε τοῦ καὶ ιβ Ἁθὺρ κδ ἐν Παθύρει ἐφʼ Ἑρμίου
τοῦ παρὰ Πανίσκου ἀγορανόμου.
ὁμολογεῖ Ὧρος Παοῦτος Πέρσης τῆς ἐπιγονῆς
συνλελύσθαι Πετεαρσεμθεῖ καὶ Πετεσούχωι
καὶ Ψεννήσει καὶ Φαγώνι, τοῖς δ τοῦ
Πανοβχούνιος τοῦ Ταρεήσιος τῆς Πατοῦτος τῆς Παοῦτος μητρὸς τοῦ προγεγραμμένου
πατρὸς Ὥρου, ἀπέχειν καὶ μὴ ἐπικαλεῖν
περὶ ὀφειλήματος συναλλαγμάτων Αἰγυπτίων καὶ Ἑλληνικῶν ἃ ἐξέτεισε Παοῦς
ὁ Ὥρου πατὴρ καὶ ὁ αὐτὸς Ὧρος εἰς τὸν
Ταρεήσιος λόγον τῆς αὐτοῦ μητρὸς τοῖς
δανεισταῖς Χαιρήμωνι καὶ Ἐσθλαδᾷ καὶ
Πνήφει γυναικὶ καὶ ἀδελφῇ· καὶ μὴ ἐπελεύσεσθαι Ὧρον μηδʼ ἄλλον μηδένα τῶν παρʼ αὐτοῦ
ἐπὶ τὸν Πετεαρσεμθεία καὶ τοὺς ἀδελφοὺς
μηδʼ ἐπʼ ἄλλον μηδένα τῶν παρʼ αὐτῶν. εἰ δὲ
μή, ἥ τʼ ἔφοδος τῶι ἐπιπορευομένωι ἄκυρος
ἔστω, καὶ προσαποτεισάτω ὁ ἐπελθῶν
ἐπίτιμον παραχρῆμα χαλκοῦ τάλαντα ε καὶ ἱερὰς
βασιλεῦσι ἀργυρίου ἐπισήμου δραχμὰς ρ, καὶ μηθὲν ἧσσον ἐπάναγκον αὐτοῖς ἔστω ποιεῖν
κατὰ τὰ προγεγραμμένα.
ὃ συνεπικελευούσης τῆς τούτων μητρὸς Θρῆρις
τῆς Παῶτος συνευδοκοῦντες τῶν προγεγραμμένων.
Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα.
[v]
ἐπίλυσις Πετεαρσεμθέως καὶ τῶν
ἀδελφῶν .Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.