no image
DDbDP-text
Sworn declaration by a gnoster identifying cultivators liable for taxes. A sworn declaration by Aurelius Apollon son of Horion, gnoster (village informant) of Pois, to Flavius Olympodoros, praepositus of the 1st pagus of the Hermopolite nome, identifying the cultivators responsible for taxes on unregistered holdings. It lists persons with amounts of wine and chaff due, dated 5 May 346. machine translation
Linked by Trismegistos ID
TM 22862.
Each record below describes this same artifact or text from a different angle.
Φλαυίῳ Ὀλυμποδώρῳ τῷ καὶ Ἀσυνκριτίῳ πραιποσίτῳ
α πάγου νομοῦ Ἑρμουπολείτου
παρὰ Αὐρηλίου Ἀπόλλωνος Ὡρίωνος γνωστῆρος κώμης
Πώεως τοῦ αὐτοῦ πάγου α ἰνδικτίονος. ἐπιζητοῦντί σοι τίνες εἴησαν γεωργοὶ τῶν ἀσυστάτων ὀνομάτων ἐπὶ τῆς αὐτῆς ἰνδικτίονος
πρὸς τὸ διʼ αὐτῶν ἡ εἰσφορὰ γένηται τῶν δημοσίων
τελεσμάτων ἀναγκαίως συστησάμενοι διὰ βρεβίου
μετὰ πάσης ἀληθείας ἐπιδίδωμι τῇ σῇ ἐπιμελείᾳ
ἐπομνύμενος τὸν θεῖον καὶ σεβάσμιον ὅρκον
τῶν πάντα νικώντων δεσποτῶν ἡμῶν Αὐγούστων
τοὺς ἑξῆς ἐνγεγραμμένους εἶναι γεωργοὺς καὶ μηδὲν
ἐγκαλεῖσθαι μηδενὶ ἢ ψευσάμενος ἔνοχος ἔσομαι
τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου κινδύνῳ καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔστι δέ·
ὀνόματα κληρονόμοι Πινουτίωνος οἴνου ξέσται σλδ
ἀχύρου λίρται υ διὰ Ἰσιδώρου Σαραπίωνος ἀπὸ
Ἑρμουπολείτου νομοῦ τυγχάνοντος
[…]ωνος ἀχύρου λίτραι υπ διὰ
Ἀθηνοδώρου καὶ Ὡρίωνους γεούχων
…[…] Ὀλυπίου Ἀλεξάνδρου ἀχύρου λίτραι ρκ
[…]ασπορω
μετὰ τὴν ὑπατείανΦλαυίων Ἀμαντίου καὶ Ἀλβίνου τῶν λαμπροτάτων Παχὼν ι. Αὐρήλιος Ἀπόλλων …
μενος ὤμοσα τὸν θεῖον ὅρκον ὡς πρόκειταιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.