no image
DDbDP-text
P.Lond. 1260 via HGV-meta
Order of the procurator to the strategos for building ten transport boats. Official letter from Aurelius Hierax, procurator of the Lower Thebaid, ordering the strategos of the Hermopolite nome to build ten boats of 500 artabas capacity within two months, at public expense, as part of thirty boats ordered by the catholicus Serapodoros. It threatens severe punishment, even death, for negligence. machine translation
Linked by Trismegistos ID
TM 19253.
Each record below describes this same artifact or text from a different angle.
Αὐρήλιος Ἱέραξ ἐπίτροπος τῆς κατωτέρω Θηβαίδος στρατηγῷ Ἑρμοπολίτου
[…] χαίρειν
[…] δι’ ὧν ἐδήλωσά σοι γραμμάτων ἀναδιδαχθεὶς ὑπ’ ἐμοῦ ὁ κύριός μου διασημότατος καθολικὸς […]
Σεραπόδωρος εἶναι τῶν ἀναγκαιοτάτων πλοῖα τριάκοντα ἐκ πεντακοσίων ἀρταβῶν ναυπηγηθῆναι τῆς μετακομιδῆς ἕνεκεν τῶν ε…κ[…]ων γενέσθαι συν[…]…[…] διὸ φρόντισον ἅμα τῷ κομίσασθαί μου τὰ γράμματα ἐν τῷ ὑπὸ σὲ νομῷ πλοῖα δέκα τα[…]
[…] ἐκ πεντακοσίων ἀρταβῶν χωρήσεως κατασκευάσαι, συναθροίσας […]
[…]νας περὶ ὧν πάλαι σοι ἐπεστάλη, καὶ ξύλα ἀκάνθινα καὶ περσόϊνα, καὶ ἐργάτας τοὺς
ἐν τῇ πόλει συναγαγὼν καὶ εἰς τὴν κατασκευὴν συνεργῆσαι ποιήσας […]νερ[…]
[…]επτοις η ἀπὸ τῆς διαφόρου ἐργασίας αχ[…]ντων φλοιων […]ασθει[…]
[…] ὡς προετάχθης πάντως, καὶ αὐτὸς οὐκ ἀγνοῶν ὡς χρὴ ἐπιμελητὰς ἤτοι ἐπείκτας καὶ […]
[…]ας ἐπιτηδειοτάτους καὶ εὐπορωτάτους κινδύνῳ τῆς βουλῆς εἰς τοῦτο προχειρισθῆναι, τὰ δ’ ἀναλώματα ὡς τῷ ταμείῳ λυσιτελεῖ ἐκ τῶν δημοσίων γενέσθαι χρημάτων. ὡς δ’ ἂν
κατασκευασθέντων τῶν πλοίων μηδεμία περὶ τοῦ ἑλκύσαι αὐτὰ καὶ γενέσθαι χρήσιμα
ἐνέδρα ἐπακολουθήσειεν, ἤδη καὶ τῆς ἐξαρτείας αὐτῶν καὶ τῶν μελλόντων πλεύσεσθαι
ἐν αὐτοῖς ναυτῶν τε καὶ κυβερνητῶν γενέσθω πρόνοια. ὡρίσθη δὲ προθεσμία
τούτων μῆνες δύο, διὸ πάσῃ εὐτονίᾳ τε καὶ σπουδῇ χρησάμενος ἑκάστῳ τῶν κελευσθέντων νοῦν ἐπάγαγε, ἢ πρὸς τῷ ὑποστῆναι ἀρτίως καταδίκην εἰ καὶ ῥᾳθυμήσας ἁλοίης,
καὶ περὶ αὐτῆς τῆς ψυχῆς κινδυνεύσεις. ἐρρῶσθαί σε εὔχομαι. ἔτους κ καὶ ιβ
τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων, Μεχεὶρ α.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.