no image
DDbDP-text
Linked by Trismegistos ID
TM 22683.
Each record below describes this same artifact or text from a different angle.
Φλαουίῳ Ἀπίωνι τῷ πανευφήμῳ καὶ ὑπερφυεστάτῳ ἀπὸ ὑπάτων ὀρδιναρίων γεουχοῦντι καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τῷ ἰδίῳ δεσπότῃ τῷ αὐτῷ πανευφήμῳ ἀνδρὶ τὴν ἀγωγὴν καὶ ἐνοχὴν Αὐρήλιος Σουροῦς υἱὸς Πεβῆτος μητρὸς Σουήρας ὁρμώμενος ἀπὸ κώμης Κυωθέως τοῦ ἄνω Κυνοπολίτου νομοῦ παγαρχουμένης ὑπὸ τῆς ὑμετέρας ὑπερφυίαςὑπερφυείας χαίρειν. χρείας καὶ νῦν γεναμένης εἰς τὴν ὑπʼ ἐμὲ γεουχικὴν μηχανὴν καλουμένην Πετεαρ ἀντλοῦσαν εἰς ἀρόσιμονἀρόσειμον γῆν μεγάλου ἐργάτου ἑνὸς καὶ μικροῦ ἐργάτου ἑνὸς καὶ κυλλῆς κυκλάδος μιᾶς ἀνελθὼν ἐπὶ τῆς πόλεως ἠξίωσα τὴν ὑμετέραν ὑπερφυίανὑπερφυείαν διὰ τῶν αὐτῇ διαφερόντων ὥστε κελεῦσαί μοι παρασχεθῆναι τὰ αὐτὰ μηχανικὰ σκεύη καὶ εὐθέως ἡ ὑμετέρα ὑπερφυίαὑπερφυεία πρόνοιαν ποιουμένη τῆς συστάσεως τῶν ἑαυτῆς πραγμάτων ταῦτα ἀγορασθένταἀποδοθέντα παρὰ τῶν αὐτῇ διαφερόντων ἐν ἀγροῖς καινὰ ἐπιτήδειαἐπιτήδια ἀντλητικὰ εὐάρεστα ἐδεξάμην εἰς ἀναπλήρωσιν πάντων τῶν μηχανικῶν ὀργάνων ἐν τῇ σήμερον ἡμέρᾳ ἥτις ἐστὶν Θὼθ ἓξ καὶ δεκάτη τοῦ ἐνεστῶτος ἔτους σκθ ρϙη τῆς παρούσης πρώτης ἰνδικτίονος ὑδροπαροχείουὑδροπαροχίο καρπῶν δευτέρας ἐπινεμήσεως καὶ πρὸς ἀπόδειξιν τῆς ὑποδοχῆς ταύτην πεποίημαι τὴν χειρογραφίαν ἥτις κυρία οὖσα ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Σουροῦς υἱὸς Πεκυσίου ὁ προγεγραμμένος πεποίημαι ταύτην τὴν χειρογραφίαν δεξάμενος τήνδε τὴν χειρογραφίαν δεξ τὰ αὐτὰ σκεύη εἰς χειρογραφία Σουροῦτος υἱοῦ Πεβῆτος ἀπὸ κώμης Κευώθεως ὑποδοχῆς μεγάλου ἐργάτου ἑνὸς καὶ μικροῦ ἐργάτουἐργάτου ἑνὸς καὶ κυλλῆς κυκλάδος μιᾶςχειρογραφία Σουροῦτος υἱοῦ Πεβῆτος ἀπὸ κώμης Κεωθέως ὑποδοχῆςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.