no image
DDbDP-text
ὑπατείας τῶν δεσποτῶν ἡμῶν[…]
Αὐρήλιος Κοτ[…]ρη υπ[…]
ὀρνιθᾶς ἀπὸ Πανοσπόλεως τῆς λαμπροτάτης Αὐρηλία Ἀπολλωνία[…]
ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν· ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ διὰ χειρὸς ἐξ οἴκου χρῆσιν ἔντοκον
χρυσίνους πέντε γίνονται χρυσίνοι ε εἰς διάπρασιν καὶ εἰς καταβολὴν[…]οὓς καί σοι
ἀποδώσω ὁπόταν εὐπορήσω ἀνυπερθέτως ἐπάναγκες[…]καὶ
ὑποτίθημί σοι τὸ ὑπάρχον μοι καὶ ἐπιβάλλον μέρος ἀπὸ μέρους ἡμίσους τῆς ὅλης οἰκίας κοινῆς
ἐν ῥυμίῳ τυφλῷ ὃ ἔσχον ἀπὸ κλήρου τοῦ προκειμένου κατὰ μετοχὴν τοῦ ἄλλου μέρους ἡμίσους
τῆς ὅλης οἰκίας κοινῆς πρὸς σὲ τὴν προκειμένην Ἀπολλωνίαν, γείτονες ἀπηλιώτου τὸ προκείμενόν σοι μέρος, νότου οἰκία Τασάιτος ἀπὸ Ψώνεως, βορρᾶ[…]
Πτολεμαίῳ, λιβὸς τὸ αὐτὸ ῥυμίον τυφλὸν ἢ οἳ ἐὰν ὦσι γείτονες πάντοθεν καὶ μὴ ἐξείη μοι ἀπὸ τῆς
σήμερον τὸ προκείμενον μέρος ἀπὸ μέρους ἡμίσους τῆς ὅλης οἰκίας …
σαι ὑποθέσθαι ἢ πωλῆσαι ἢ ἄλλην τινα οἰκονομίαν
πληρώσω, εἰ δὲ μὴ πληρώσω κυριεύειν σε τῆς προκειμένης ὑποθήκηςκαὶ βεβαιώσω σοι διὰ παντὸς κατὰ πᾶσαν βεβαίωσιν ἀπὸ παντὸς […]… του ἐπελευσομένου[…]
ἐπάναγκες. τὸ δὲ γράμμα τοῦτο τῆς ὑποθήκης ἁπλοῦν σοι ἐξεδόμην πρὸς ἀσφάλειαν[…]
τ[…]ου ὑπὲρ ἐμοῦ ὑπογράφοντος κύριον καὶ βέβαιον ὡς ἐν δημοσίῳ κατακείμενονκαὶ ἐπερωτηθεὶς ὡμολόγησαSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.