no image
DDbDP-text
Census return of two brothers for an inherited house in Hermopolis. A census declaration from Hermopolis in which Aurelius Herminos also called Moros registers himself and his brother Theognostos at a house in the West Fort quarter inherited from their uncle through their father, for the census of year 24 of Caracalla ordered by the prefect Valerius Datus. It is dated 12 March 217 and ends with a note by one Aurelius Horigenes. machine translation
Linked by Trismegistos ID
TM 22719.
Each record below describes this same artifact or text from a different angle.
ἀμφοδογραμματεῦσι Φρουρίου Λιβὸς
παρὰ Αὐρηλίου Ἑρμείνου τοῦ καὶ Μώρου Ἑρμαίου τοῦ καὶ Παθώτου Ἀχιλλέως
μητρὸς Σουεροῦτος Κάστορος Ἑρμοπολίτου ἀπὸ γυμνασίου ἀναγραφομένου ἐπὶ Πόλεως Ἀπηλιώτου. ἀπογράφομαι κατὰ τὰ κελευσθέντα ὑπὸ τοῦ λαμπροτάτου ἡγεμόνος Οὐαλερίου Δάτου εἰς τὴν κατʼ οἰκίαν
ἀπογραφὴν τοῦ κδ ἔτους Αὐρηλίου Σεουήρου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου εἰς κτητικὸν σταθμὸν τοῦ πατραδέλφου μου Ἑρμείνου Ἀχιλλέως τετελευτηκότος ἐπὶ τῷ
πατρί μου κληρονόμῳ ὁλοκλήρου οἰκίας καὶ αὐλῆς καὶ ἀνηκόντων πάντων ἐπὶ Φρουρίου Λιβὸς ιδ ἐμαυτὸν
Αὐρήλιον Ἑρμεῖνον τὸν καὶ Μῶρον τὸν προγεγραμμένον ἀπὸ γυμνασίου Πόλεως Ἀπηλιώτου ἐτῶν μθ
Αὐρήλιον Θεόγνωστον τὸν καὶ Μῶρον ἀδελφόν μου τῶν αὐτῶν γονέων ἀπὸ γυμνασίου τοῦ αὐτοῦ ἀμφόδου
Πόλεως Ἀπηλιώτου ἐτῶν λϛ
καὶ ὀμνύω τὴν Αὐρηλίου Σεουήρου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου
τύχην οὕτως ἔχειν. ἔτους κε Αὐτοκράτορος Καίσαρος Μάρκου
Αὐρηλίου Σεουήρου Ἀντωνίνου Παρθικοῦ Μεγίστου Βρεταννικοῦ
Μεγίστου Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ, Φαμενὼθ ιϛ.
Αὐρήλιος Ὠριγένης ἐν κλήρῳ ἔσχον ἴσον.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.