no image
DDbDP-text
Registration of a third share of a house bought from a brother, Hermopolis. A declaration to the property record office of the Hermopolite nome by Aurelius Theognostos alias Moros, registering a one-third share of a house and courtyard in Hermopolis that he bought from his brother Isidoros, who consents. It is sworn by the emperor's fortune and receipted by the record keeper, dated 31 July 227. machine translation
Linked by Trismegistos ID
TM 22726.
Each record below describes this same artifact or text from a different angle.
βιβλιοφύλαξιν ἐνκτήσεων Ἑρμοπολίτου
παρὰ Αὐρηλίου Θεογνώστου τοῦ καὶ Μώρου Ἑρμαίου τοῦ καὶ Παθώτου
Ἀχιλλέως Ἑρμοπολίτου ἀναγραφομένου ἐπὶ Πόλεως Ἀπηλιώτου ἀπογράφομαι εἰς τὸ ἐνεστὸς ϛ ἔτος
Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου
μετʼ εὐδοκήσεως τοῦ Ἰσιδώρου ἀδελφοῦ μου τῶν αὐτῶν γονέων
ἀναγραφομένου ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου ὃ ἠγόρασα παρʼ αὐτοῦ κατὰ διαγραφὴν τραπέζης τῷ αὐτῷ
ϛ ἔτει μηνὶ Μεσορὴ τρίτον μέρος οἰκίας καὶ αὐλῆς καὶ χρηστηρίων
καὶ ἀνηκόντων πάντων καὶ εἰσόδου καὶ ἐξόδου ἐν Ἑρμουπόλει
ἐπὶ Φρουρίου Λιβός, τῆς δὲ διαγραφῆς τὸ ἀντίγραφον ἐν ἐκτάκτῳ ὑμῖν
ἐπήνεγκα. διὸ ἀναφέρω καὶ ὀμνύω τὴν Μάρκου Αὐρηλίου
Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ τύχην
οὕτως ἔχειν. ἔτους ϛ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου
Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ
Μεσορὴ ζ. Αὐρήλιος Θεόγνωστος ὁ καὶ Μῶρος
Ἑρμαίου ἐπιδέδωκα καὶ ὤμοσα τὸν
ὅρκον. Αὐρήλιος Ἰσίδωρος Ἑρμέου
εὐδοκῶ αὐτῷ.Αὐρήλιος Χαιρήμων ὁ καὶ Διόσκορος βουλευτὴς
βιβλιοφύλαξ διὰ […] γραμματέως ἔσχον ἴσον.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.