no image
DDbDP-text
Bank diagraphe for the sale of a third of a house at Hermopolis. A bank document (diagraphe) from Hermopolis recording that Aurelius Theognostos also called Moros sold to his sister Aurelia Dioskorous a one-third share of his house, courtyard and appurtenances in the Western Fort quarter for 300 silver drachmas. It is signed by the banker Aurelius Ammonios and dated to the month Mesore of the 10th year of Severus Alexander (AD 231). machine translation
Linked by Trismegistos ID
TM 22877.
Each record below describes this same artifact or text from a different angle.
ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Μεσορὴ […].διαγραφὴ διὰ τῆς ἐν Ἑρμουπόλει μισθωτῶν Αὐρηλία Διοσκοροῦς Ἑρμαίου τοῦ καὶ Παθώτου Ἀχιλλέως μητρὸς Σουεροῦτος ἙρμοπολῖτιςΠόλεως Ἀπηλιώτου
συμπαρόντος αὐτῇ Αὐρηλίου Πινουτίωνος τοῦ καὶ Κοπρέου ἀπὸ τῆς αὐτῆς πόλεως ἀδελφῷ αὐτῆς Αὐρηλίῳ Θεογνώστῳ τῷ καὶ Μώρῳ τῶν αὐτῶν γονέων ἀπὸ τῆς αὐτῆς πόλεως τοῦ αὐτοῦ ἀμφόδου πεπρακέναι αὐτῇ ἀπὸ τῆς ὑπαρχούσης αὐτῷ ὁλοκλήρου
οἰκίας καὶ αὐλῆς καὶ συνκυρόντων καὶ χρηστηρίων καὶ ἀνηκόντων πάντων καὶ εἰσόδων καὶ ἐξόδων ἐνἙρμουπόλει ἐπὶ Φρουρίου Λιβὸς τρίτον μέρος τῶν ὅλων οἰκοπέδων τιμῆς ἀργυρίου δραχμῶν τριακοσίων γίνονται ἀργυρίου δραχμαὶ τ αὐτόθι ἀπέσχεν
παρὰ τῆς ὠνουμένης κατὰ τήνδε τὴν διαγραφὴν καὶ εἶναι περὶ αὐτὴν καὶ τοὺς παρʼ αὐτῆς τὴν τοῦ πεπραμένου ὡς πρόκειται τρίτου μέρους τῶν οἰκοπέδων κυρείαν καὶ κράτησιν χρωμένους καὶ οἰκονομοῦντας περὶ αὐτοῦ καθʼ ὃν ἐὰν αἱρῶνται τρόπον ἀπὸ
τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον ἐπὶ ταῖς ὑποκειμέναις γειτνίαις καὶ διαστολαῖς πάσαις καὶ ἐπερωτηθεῖσα ὡμολόγησεν Αὐρήλιος Ἀμμώνιος τραπεζίτης σεσημείωμαι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.