no image
DDbDP-text
Registration of a purchased share of a house in Hermopolis. A sworn declaration to the keepers of the property records at Hermopolis, in which Aurelius Theognostos also called Moros registers a share of a house he bought through a bank in the Western Fort quarter, adding to the share he already owned. It is dated 29 July 227 and carries an acknowledgement by the record keeper. machine translation
Linked by Trismegistos ID
TM 22725.
Each record below describes this same artifact or text from a different angle.
βιβλιοφύλαξιν ἐνκτήσεων Ἑρμοπολίτου
παρὰ Αὐρηλίου Θεογνώστου τοῦ καὶ Μώρου Ἑρμαίου τοῦ καὶ Παθώτου Ἀχιλλέως μητρὸς Σουεροῦτος Ἑρμοπολίτου ἀναγραφομένου ἐπʼ ἀμφόδου Πόλεως Ἀπηλιώτου. ἀπογράφομαι εἰς τὸ ἐνεστὸς ϛ ἔτος Μάρκου
Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου ὃ ἠγόρασα κατὰ διαγραφὴν διὰ τῆς ἐν Ἑρμοῦ πόλει μισθωτικῆς
[…]βιτι……α[…]
[…]ἀναγραφομένου ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου ἥμισυ μέρος διμοίρου μέρους
ὅ ἐστιν τρίτον μέρος ὁλοκλήρου οἰκίας καὶ αὐλῆς καὶ χρηστηρίων καὶ ἀνηκόντων πάντων
καὶ εἰσόδου καὶ ἐξόδου ἐν Ἑρμουπόλει ἐπʼ ἀμφόδου Φρουρίου Λιβὸς κατὰ μετοχὴν τοῦ ἄλλου ἡμίσους
μέρους τοῦ αὐτοῦ διμοίρου μέρους ἐμαυτοῦ Αὐρηλίου Θεογνώστου τοῦ καὶ Μώρου ἀκολούθως
τοῖς πρὸς ἐμὲ δ…[…]δικαίοις πᾶσι καὶ διαστολαῖς πάσαις ἧς ἀντίγραφον ἐν ἐκτάκτῳ ἐπήνεγκα
………[…]…ως καθήκει καὶ ὀμνύω τὴν Μάρκου Αὐρηλίου Σεουήρου
Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου τύχην οὕτως ἔχειν. ἔτους ϛ Αὐτοκράτορος Καίσαρος Μάρκου
Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Μεσορὴ ε. Αὐρήλιος
Θεόγνωστος ὁ καὶ Μώρος Ἑρμαίου τοῦ καὶ Παθώτου ἐπιδέδωκα καὶ ὤμοσα τὸν ὅρκον. Αὐρήλιος Ἀρτεμίδωρος βουλευτὴς
βιβλιοφύλαξ διὰ Αὐρηλίου Ἀμμωνίωνος γραμματέως ἐπὶ τοῖς προεκδοθεῖσί σοι ἐν σημειώσει ἀπογραψαμένῳ σὺν τῷ ἀδελφῷ τὸ δίκαιον τῆς κληρονομίας ἔσχον ἴσον.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.