no image
DDbDP-text
Registration of a purchased share of a house with the property archive. A declaration to the property archive officials of the Hermopolite nome by Aurelia Dioskorous, registering a one-third share of a house and courtyard in the Fort West quarter of Hermopolis that she bought from her brother Aurelius Theognostos, who gives his consent. It is dated 11 August 231 and bears an official docket of the archive. machine translation
Linked by Trismegistos ID
TM 22730.
Each record below describes this same artifact or text from a different angle.
βιβλιοφύλαξιν Ἑρμουπολίτου
παρὰ Αὐρηλίας Διοσκοροῦτος Ἑρμαίου τοῦ καὶ Παθώτου Ἀχιλλέως μητρὸς Σουεροῦτος Ἑρμοπολίτιδος ἀναγραφομένης ἐπʼ ἀμφόδου Πόλεως
Ἀπηλιώτου συμπαρόντος μοι Αὐρηλίου Πινουτίωνος τοῦ καὶ Κοπρέου ἀπὸ τῆς αὐτῆς πόλεως. ἀπογράφομαι
εἰς τὸ ἐνεστὸς ι ἔτος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου
Καίσαρος τοῦ κυρίου μετʼ εὐδοκήσεως τοῦ ἀδελφοῦ
μου Αὐρηλίου Θεογνώστου τοῦ καὶ Μώρου τῶν αὐτῶν
γονέων ἀναγραφομένου ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου ἃ ἐώνημαι παρʼ αὐτοῦ κατὰ διαγραφὴν διὰ τῆς ἐν Ἑρμουπόλει
τραπέζης ἐπὶ τοῦ ἐνεστῶτος ἔτους καὶ μηνὸς ἀπὸ τῆς ὑπαρχούσης
αὐτῷ ὁλοκλήρου οἰκίας καὶ αὐλῆς καὶ χρηστηρίων
καὶ ἀνηκόντων πάντων καὶ εἰσόδων καὶ ἐξόδων
ἐν Ἑρμοῦπόλει ἐπὶ Φρουρίου Λιβὸς τρίτον μέρος τῶν
ὅλων οἰκοπέδων ἀκολούθως τῇ διαγραφῇ, ὡς περιέχει ἧς τὸ ἀντίγραφον ὑμῖν ἐν ἐκτάκτῳ ἐπήνεγκα. καὶ ὀμνύω τὴν τοῦ κυρίου Μάρκου Αὐρηλίου
Σεουήρου Ἀλεξάνδρου Σεβαστοῦ τύχην οὕτως ἔχειν.
ἔτους ι Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου
Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς
Σεβαστοῦ Μεσορὴ ιη. Αὐρηλία Διοσκοροῦς ἐπιδέδωκα καὶ ὤμοσα τὸν ὅρκον. Αὐρήλιος Πινουτίων ὁ καὶ
Κοπρέας συνπάρειμι αὐτῇ καὶ ἔγραψα ὑπὲρ αὐτῆς
μὴ εἰδυίας γράμματα. Αὐρήλιος Θεόγνωστος ὁ καὶ Μῶρος εὐδοκῶ. Αὐρήλιος Ἑρμεῖνος
Ἀνθεστίου βουλευτὴς βιβλιοφύλαξ διὰ Αὐρηλίου Ἀμμωνίωνος γραμματέως παρακειμένουτῷ ὀνόματι τοῦ ἀποδομένου μηδὲν ἔσχον ἴσον.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.