no image
DDbDP-text
Linked by Trismegistos ID
TM 19792.
Each record below describes this same artifact or text from a different angle.
[… ? lines lost …]
φυγάδας δεχόμενος οὖν τὰ παρόντα γράμματα[…]
[…]ος ἄνδρας ἓξ ἐκ τῶν ὀφειλόντων[…]τοιοῦτο ὁριζόντων τοὺς προσφεύγοντας ἀνθρώπους αὐτῶν
εἰς ἑκάστην παγαρχίαν πρὸς ὃ καθυπετάξαμέν σοι ἐν τῇ παρούσῃ
ἐπιστολῇ πέμπων εἰς αὐτούς τινα ἱκανὸν καὶ πιστὸν γεγραμματισμένον
ὀφείλοντα σὺν αὐτοῖς συνευρεθῆναι πρὸς τοὺς ἐπικειμένους
τῶν φυγάδων καὶ τάξαι παρʼ ἑαυτοῖς τὴν ὀνομασίαν καὶ
πατρωνυμίαν ἑκάστου καὶ ἀπὸ ποίου χωρίου καὶ ἐν ποίῳ τόπῳ
καὶ ποίᾳ παγαρχίᾳ προσέφευγεν τῶν τε ἀποστελλομένων
εἰς τὰ ἴδια καὶ τῶν παρεωμένων ἔνθα κατέμενον ἐπὶ συντελείᾳ
ἁπλῶς εἰπεῖν καταμαθεῖν πᾶσαν εἴδησιν παραγγέλλων αὐτοῖς
σταθῆναι ἐνδρανῶς εἰς τὸ ἔργον αὐτῶν καὶ μὴ λαβεῖν
παρά τινος τί ποτε τὸ σύνολον ὑπὲρ σπορτούλου. ἔσῃ γὰρ
ἐπιστάμενος ὡς ἐὰν καταγνωσθῇ τις ἐκ τῶν πεμπομένων
παρὰ σοῦ ἐσχηκὼς παρʼ οἱουδήποτε ἀνθρώπου σπόρτουλον
εἰς σὲ ὁρᾷ ὁ κίδυνος καὶ μέλλεις σὺν τῷ καταγινωσκομένῳ
εἰς τοῦτο ἀπολαβεῖν. ἀλλὰ μετὰ συντομίας τοὺς τοιούτους ἄνδρας
ἀπόστειλον πρὸς τοὺς εἰρημένους ἐπικειμένους τῶν φυγάδων
καὶ μὴ εὕρω σε ὅτι ἐνεπόδισας
εἰς τοῦτο ἢ ὅτι
ὑστέρησας τοῦ μὴ ἐκπέμψαι εἰς πλῆρες τὸν ἀριθμὸν ὃν
γεγραφήκαμέν σοι καὶ κινδυνεύσῃς. ἐγράφη μηνὸς Χοιὰκ κθ ἰνδικτίονος ζ
μνη ἄνδρες ϛ
πρὸς Σαλαμα υἱὸν Ιοχαμηρ εἰς Ἀρκαδίαν ὄνοματα β
πρὸς Ζωρα βεν Αλοασελ εἰς Θηβαΐδα ὀνόματα β
πρὸς Αβδελλα βεν Σζουραε εἰς λίμιτον ὀνόματα βSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.