no image
DDbDP-text
μετὰ τὴν ὑπατείαν Φλαουίου Φιλοξένου τοῦ λαμπροτάτουἐνδοξοτάτου Φαμενὼθ α ἰνδικτίονος ε. τῇ ἁγίᾳ ἐκκλησίᾳ καλουμένῃ ἀπα Ἱερακίωνος διὰ σοῦ τοῦ εὐλαβεστάτου Ἀπολλῶ πρεσβυτέρουπρεσβυτέρω καὶ οἰκονόμου καὶ Μηνᾶ ἐνοικο λόγου ἀπὸ τῆς λαμπρᾶς Ὀξυρυγχιτῶν πόλεως Αὐρήλιος Ἀβραάμιος Μουσαίου μητρὸς μος ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι ἀπὸ νεομηνίας τοῦ Φαμενὼθ μηνὸς τοῦ ἐνεστῶτος ἔτους σδ ρογ τῆς αὐτῆς πέμπτης ἰνδικτίονος ἀπὸ τῶν ὑπαρχόντων τῇ ἁγίᾳ ἐκκλησίᾳ διὰ τοῦ αὐτοῦ εὐλαβεστάτου Ἀπολλῶ οἰκονόμου ἀπὸ οἰκίας νευούσης ἐπὶ νότον διακειμέ νης ἐπὶ ταύτης τῆς πόλεως ἐπ’ ἀμφόδου ἔσωθεν ὁλόκληρον μονόχωρον νευον κ μετὰ παντὸς αὐτοῦ τοῦ δικαίου καὶ χρηστηρίων πάντων καὶ τελέσω τῇ αὐτῇ ἁγίᾳ ἐκκλησίᾳ διὰ Μηνᾶ ἐνοικολόγου αὐτῆς ἀργυρίου μυριάδας ἐνακοσίαςἐννακοσίας καθὼς πάντες γίνονται μυριάδες ϡ, ὅπερ ἐνοίκιον ἀπο δώσω κατ’ ἔτος δι’ ἑξαμήνου τὸ ἥμισυ καὶ ὁπόταν βουληθείης ἀντιπαρα δώσω σοι τὸ αὐτὸ μονόχωρον ὡς καὶ παρέλα βον ἐπὶ νομῇ. κυρία ἡ μίσθωσις ἁπλῆ καὶ ἐπερωτηθεὶς ὡμολόγησα Αὐρήλιος Ἀβραάμιος ὁ προγεγραμμένος πεποίημαι τὴν μίσθωσιν καὶ ἀποδώσω τὸ ἐνοίκιον καὶ συμφωνεῖ μοι πάντα ὡς πρόκειται. Αὐρήλιος Ἀπολλῶς ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.