no image
DDbDP-text
Linked by Trismegistos ID
TM 19807.
Each record below describes this same artifact or text from a different angle.
[… ? lines lost …]
ὄντες τῇ χάριτι τοῦ Θεοῦ καὶ ἀποδεικνύοντες ἑαυτοὺς
εὐειδεστάτους καὶ ἔγνωσαν πάντες ὀφείλειν ἐξανυθῆναι
διʼ αὐτῶν κανόνα τῶν χρυσικῶν δημοσίων καὶ μηδὲν
εἶναι ἐν λοιπαδαρίων […]
διʼ ὧν ἐβλάπτοντο παρά τινων […]
ἄρξαι οὖν ἐπʼ ὀνόματος τοῦ Θεοῦ καὶ τῆς βοηθείας καὶ ἀγαθοῦ
τὴν ἐξάνυσιν τῶν χρυσικῶν δημοσίων μετὰ
ἐπιεικείας καὶ χειραγωγίας. ἑκάστῳ γὰρ ἀγωνιζομένῳ
εἰς σύστασιν καὶ διόρθωσιν ὡς ἁρμόττει αὐτῷ ὁ Θεὸς
καὶ συνεπισχύει καὶ σοῦ συνάγοντος ποσὸν χρυσίου ὀφείλων
δεῖξαί σε ἱκανὸν παρʼ ἡμῖν τοῦτο ἀπόστειλον ἐν τῇ σακέλλῃ
ἀγωνιζόμενος εἰς τοῦτο ἐντρανῶς καὶ ἐμπιεσμένως.
ἀρτίως γὰρ τῶν τῆς χώρας ἀποτελεσάντων τὴν κατασπορὰν ὥστε
εὐχεροτέρως ἀποπληρώσειν τὰ
διʼ αὐτῶν καὶ σὺν θεῷ
ἐπέφθασεν ὁ καιρὸς τῆς ῥόγας τῶν Μωαγαριτῶν τοῦ Φοσσάτου
καὶ τῶν κούρσων καὶ ἡ ῥόγα αὐτῶν ἀπὸ δημοσίων ἑβδόμης
ἰνδικτίονος δίδοται. λοιπὸν μὴ ἀμελῇς τοῦ ἀποστεῖλαι
τὸ συναγόμενον ποσὸν παρὰ τῶν τῆς διοικήσεώς σου.
ὁ χρήσιμος γὰρ ὑπουργὸς ἀκαταφρονήτως συνάγει
τὸ δίκαιον τοῦ Αμιραλμουμνιν μετὰ κυβερνήσεως
καὶ καλοθελείας μηδὲν ἀπολλὺς ἢ ἐξαλείφων. μέλλομεν
τοίνυν καταμαθεῖν κελεύσει Θεοῦ τὸ πῶς διαγίνῃ ἐν τοῖς
ἔργοις σου καὶ οὐ μὴ διαλάθῃ ἡμᾶς τί ποτε. θέλομεν γὰρ
εὑρεθῆναί σε μετὰ τῶν ἐχόντων ἀγαθὸν καὶ εὔνοιαν καὶ ἐὰν
εὕρωμέν σε ἐν τούτοις ὠφελοῦμέν σε ἀνταμοιβόμενοι
κατὰ τὰ ἔργα σου, εἰ δὲ καὶ ἄλλως πως διαπραττόμενον ἀποδιδοῦμέν σε
ὡσαύτως καταβιβάζοντες καὶ χυδαιότερον πάντων
ἀποδεικνύοντές σε. ἀλλʼ ὅμως ἐλπίζομεν εἰς τὸν Θεὸν
ὅτι μέλλεις εὑρεθῆναι ἐκ τῶν ἀληθινῶν καὶ γνησίων ὑπουργῶν
τῶν σπευδόντων ἀρέσαι ἡμῖν καὶ φυλαττόντων
τὰ καταπιστευθέντα αὐτοῖς. ἔσῃ γὰρ ἐπιστάμενος ὡς τὸ πρῶτον
καὶ ἀνώτερον κεφάλαιον ὅλων τῶν ἔργων τοῦ ὑπουργοῦ
ἡ ἐξάνυσις τῶν δημοσίων ἐστὶ τοῦ ἐμπόνως καὶ ἀενάως
κατὰ διάνοιαν ἔχειν ἕως δʼ ἂν ἀποτελέσῃ τὴν τοιαύτην
ἐξάνυσιν μετὰ τῆς τοῦ Θεοῦ συνεργείας. παραφυλάξαι διὰ τῆς
διοικήσεώς σου ἀπὸ τῶν προσφευγόντων ἐν αὐτῇ φυγάδων
καὶ τῶν κακῶν ὑπουργῶν καὶ ῥᾳδιουργῶν μὴ ποιῶν μήτε
συγχωρῶν παρʼ αὐτοῖς ἔργον γενέσθαι παροργίζον τὸν Θεὸν
μήτε μὴν ἡμᾶς. ἐγράφη μηνὸς Τῦβι ιθ ἰνδικτίονος η.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.