Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.lond.4.1384
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
τῆς διοικήσεώς σου πλῆθος παρʼ ὧν τ ην ἐποίησαςἐποίησα ἡμῖν καὶ ἐτόλμησαςτοτολμησας υπ μετὰ τὴν γεναμένην ὡς λέλεκται καταγραφὴν κατὰ τῆς ἰδίας ψυχῆς πρεν ἀπαιτηθῆναι τοὺς φαινομένους ἔχοντας φυγάδας μετὰ τὴν παροῦσαν παρ ὑπὲρ ἑκάστου ἀνδρὸς νομίσματα δέκα καὶ τὸν φυγόντα νομίσματα πέντε καὶ τοὺς διοικητὰς καὶ μείζονας καὶ φύλακας τοῦ χωρίου καὶ νομίσματα πέντε καὶ τῷ μηνύοντι μετὰ τὴν καταγραφὴν δοθῆναι νομίσματα δύο ὑπὲρ ἑκάστου ἀνδρός. δεχόμενος οὖν τὰ παρόντα γράμματα σύναξον τοὺς μείζονας καὶ φύλακας τῶν χωρίων τῆς διοικήσεώς σου καὶ ὑπαναγνώσῃςὑπαναγνωση αὐτοῖς τὰ γράμματα κελεύων αὐτοὺς μεταγράψαι τὸ ἴσον ἑκάστῳ χωρίῳ ἐφʼ ᾧ ἀναγνωσθῆναι αὐτὰ τοῖς τῶν ἰδίων χωρίων βαλόντες ἐν ταῖς ἐκκλησίαις αὐτῶν ἀναγινώσκειν αὐτοὺς καὶ γιν παραγγέλλων αὐτοῖς παραστῆσαί σοι τοὺς εὑρισκομένους μετέπειτα τῆς καταγραφῆς φυγάδας ἐν τῷ χωρίῳ παρέχων αὐτοῖς διωρίαν ἡμερῶν ἵνα παραστήσωσίν σοι αὐτοὺς καὶ αὐτῶνκαὐτῶν φαινόντων ἔχειν τινὰς ἐξ αὐτῶν κατάγραψον παρὰ σοὶ τὴν ὀνομασίαν καὶ πατρωνυμίανπατρωνοιμίαν καὶ ἀπὸ ποίου χωρίου ἔφευγεν ἕκαστος αὐτῶν, ἀπαιτῶν δὲ αὐτὸν νομίσματα πέντε καὶ νωτίζωννοτίζων τεσσαράκοντα μαγλάβια καὶ καθηλῶν αὐτὸν ξυλομαγγάνοις ἀπόστειλον πρὸς ἡμᾶς ἐπιτρέπων τῷ στελλομένῳστελλωμένῳ μετʼ αὐτοῦ ὅπως αὐτοῦ παραδιδοῦντος αὐτὸν ἡμῖν κομίσηται ὑπὲρ αὐτοῦ ἀπόδειξιν. ὡσαύτως καὶ σὺ δὸς τοῖς φέρουσιν πρὸς σέ τιναςτινες τῆς διοικήσεώς σου εὑρισκομένους ἐν ἑτέραις παγαρχίαιςπαγαρχίας ἀπόδειξιν πρὸς τὴν δύναμιν τῶν παρόντων γραμμάτων κελεύσει Θεοῦ. πέμπομεν γὰρ ἄνθρωπον ἡμῶν ἐν τῇ διοικήσει σοῦ εἰς τὸ μετὰ πάσης ἀκριβείας καταψηλαφῆσαι ἕνεκε τῶν τοιούτων φυγάδων καὶ ἐὰν εὕρῃ τινὰ ἐξ αὐτῶν εἰσελθόνταεἰσελθοτα εἰς τὴν διοίκησίν σου μετὰ τὸν γενάμενον ὡς λέλεκταιλέλακται ὑπομνηματισμὸν ἀπαιτῆσαι τὸν μὲν φυγόνταφυγότα νομίσματα πέντε καὶ τὸν ὑποδεξάμενον νομίσματα δέκα καὶ τοὺς μείζονας καὶ φύλακας τοῦ χωρίου ἐν ᾧ εὑρεθῇ νομίσματα πέντε καὶ πρὸς τούτοις ὡς πολλαχῶς εἴρηται καθηλῶν τε ξυλομαγγάνοις καὶ ἀποστέλλων πρὸς ἡμᾶς καὶ θεματίσαι τῷ μηνύοντι τοὺς φυγάδας νομίσματα δύο ὑπὲρ ἑκάστου τῶν αὐτων φυγάδων, τούτων δὲ τῶν δύο ἀπαιτουμένων παρὰ τοῦ ὑποδεξαμένουἀποδεξαμένου αὐτὸν ἅπερ καὶ δίδομεν αὐτῷ. λοιπὸν ὅσης δυνάμεως ἐμπόνως εἰς τὸ πρᾶγμα τῶν τοιούτων φυγάδων ὥστε τοῦ ἀποστόλου ἡμῶν καταλαμβάνοντος τὰ πρὸς σὲ ἐφʼ ᾧ ποιῆσαι τὴν τοιαύτην ἔρευνανἔραυναν μὴ εὕρῃ ἠμελήμενόν τι τὸ σύνολον εἴς τε τὸ πρᾶγμα τῶν φυγάδων καὶ εἰς τὸ μεταγράψαι ἑκάστῳ χωρίῳ τὸ ἴσον τῶν παρόντων γραμμάτων ὡς ἐπὶ σιγιλλίου ευσαι μάθωσι τὴν ἐγκειμένην ἐν αὐτῷ διαστολὴν ἵνα εἰ ἄρα εὑρεθῇ τις ποιήσας τι μὴ εὕρῃ λόγον ἀφορμῆς εἰπεῖν ὡς οὐκ ἐπιστάμενος ἦν τὸ ἔνταλμα ἡμῶν. διαμάρτυραι οὖν τοὺς τῶν χωρίων τοῦ μὴ ἀπολῦσαί τινα ἐκ τῶν τοιούτων φυγάδων φεύγοντα αὐτοῖς νυνὶ ἀλλὰ τοῦτον ειλ ἕως δʼ ἂν τοῦτον παραστήσωσιν γεγραφήκαμεν. εἰ μὲν οὖν γε το ἀγαθὸν θέλεις τε καὶ τὸ σῶσμα τῆς ψυχῆς σου ἀνελθεῖν τῷ ἐκτελέσαντι βρτCross-references (3)
- TM-Text 19838 primary
- DDbDP-Text p.lond;4;1384 tier-1
- HGV-Text 19838 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.