no image
DDbDP-text
Linked by Trismegistos ID
TM 19838.
Each record below describes this same artifact or text from a different angle.
[… ? lines lost …]
τῆς διοικήσεώς σου πλῆθος παρʼ ὧν τ[…]
ην ἐποίησας ἡμῖν καὶ ἐτόλμησας υπ[…]
μετὰ τὴν γεναμένην ὡς λέλεκται καταγραφὴν
κατὰ τῆς ἰδίας ψυχῆς π[…]ρ[…]εν[…]…[…]
ἀπαιτηθῆναι τοὺς φαινομένους ἔχοντας φυγάδας
μετὰ τὴν παροῦσαν παρ…[…]…[…]
ὑπὲρ ἑκάστου ἀνδρὸς νομίσματα δέκα καὶ τὸν φυγόντα
νομίσματα πέντε καὶ τοὺς διοικητὰς καὶ μείζονας
καὶ φύλακας τοῦ χωρίου καὶ …[…]νομίσματα πέντε
καὶ τῷ μηνύοντι μετὰ τὴν καταγραφὴν δοθῆναι
νομίσματα δύο ὑπὲρ ἑκάστου ἀνδρός. δεχόμενος οὖν
τὰ παρόντα γράμματα σύναξον τοὺς μείζονας
καὶ φύλακας τῶν χωρίων τῆς διοικήσεώς σου
καὶ ὑπαναγνώσῃς αὐτοῖς τὰ γράμματα κελεύων
αὐτοὺς μεταγράψαι τὸ ἴσον ἑκάστῳ χωρίῳ
ἐφʼ ᾧ ἀναγνωσθῆναι αὐτὰ τοῖς τῶν ἰδίων χωρίων
βαλόντες ἐν ταῖς ἐκκλησίαις αὐτῶν […]
ἀναγινώσκειν αὐτοὺς καὶ γιν[…]
παραγγέλλων αὐτοῖς παραστῆσαί σοι τοὺς εὑρισκομένους
μετέπειτα τῆς καταγραφῆς φυγάδας ἐν τῷ χωρίῳ
παρέχων αὐτοῖς διωρίαν ἡμερῶν[…]ἵνα
παραστήσωσίν σοι αὐτοὺς καὶ αὐτῶν φαινόντων ἔχειν
τινὰς ἐξ αὐτῶν κατάγραψον παρὰ σοὶ τὴν ὀνομασίαν καὶ
πατρωνυμίαν καὶ ἀπὸ ποίου χωρίου ἔφευγεν
ἕκαστος αὐτῶν, ἀπαιτῶν δὲ αὐτὸν νομίσματα πέντε καὶ
νωτίζων τεσσαράκοντα μαγλάβια καὶ καθηλῶν
αὐτὸν ξυλομαγγάνοις ἀπόστειλον πρὸς ἡμᾶς
ἐπιτρέπων τῷ στελλομένῳ μετʼ αὐτοῦ […]
ὅπως αὐτοῦ παραδιδοῦντος αὐτὸν ἡμῖν
κομίσηται ὑπὲρ αὐτοῦ ἀπόδειξιν. ὡσαύτως καὶ σὺ δὸς
τοῖς φέρουσιν πρὸς σέ τινας τῆς διοικήσεώς σου εὑρισκομένους
ἐν ἑτέραις παγαρχίαις ἀπόδειξιν πρὸς τὴν δύναμιν
τῶν παρόντων γραμμάτων κελεύσει Θεοῦ. πέμπομεν γὰρ
ἄνθρωπον ἡμῶν ἐν τῇ διοικήσει σοῦ εἰς τὸ μετὰ πάσης
ἀκριβείας καταψηλαφῆσαι ἕνεκε τῶν τοιούτων φυγάδων
καὶ ἐὰν εὕρῃ τινὰ ἐξ αὐτῶν εἰσελθόντα εἰς τὴν διοίκησίν σου
μετὰ τὸν γενάμενον ὡς λέλεκται ὑπομνηματισμὸν
ἀπαιτῆσαι τὸν μὲν φυγόντα νομίσματα πέντε καὶ τὸν ὑποδεξάμενον
νομίσματα δέκα καὶ τοὺς μείζονας καὶ φύλακας
τοῦ χωρίου ἐν ᾧ εὑρεθῇ νομίσματα πέντε καὶ πρὸς τούτοις ὡς
πολλαχῶς εἴρηται καθηλῶν τε ξυλομαγγάνοις καὶ ἀποστέλλων
πρὸς ἡμᾶς καὶ θεματίσαι τῷ μηνύοντι τοὺς φυγάδας
νομίσματα δύο ὑπὲρ ἑκάστου τῶν αὐτων φυγάδων, τούτων δὲ τῶν
δύο ἀπαιτουμένων παρὰ τοῦὑποδεξαμένουαὐτὸν ἅπερ
καὶ δίδομεν αὐτῷ. λοιπὸν ὅσης δυνάμεως[…]
ἐμπόνως εἰς τὸ πρᾶγμα τῶν τοιούτων φυγάδων ὥστε
τοῦ ἀποστόλου ἡμῶν καταλαμβάνοντος τὰ πρὸς σὲ
ἐφʼ ᾧ ποιῆσαι τὴν τοιαύτην ἔρευναν μὴ εὕρῃ ἠμελήμενόν
τι τὸ σύνολον εἴς τε τὸ πρᾶγμα τῶν φυγάδων
καὶ εἰς τὸ μεταγράψαι ἑκάστῳ χωρίῳ τὸ ἴσον τῶν παρόντων
γραμμάτων ὡς ἐπὶ σιγιλλίου […]ευσαι […]
μάθωσι τὴν ἐγκειμένην ἐν αὐτῷ διαστολὴν
ἵνα εἰ ἄρα εὑρεθῇ τις ποιήσας τι[…]
μὴ εὕρῃ λόγον ἀφορμῆς εἰπεῖν ὡς οὐκ ἐπιστάμενος ἦν τὸ
ἔνταλμα ἡμῶν. διαμάρτυραι οὖν τοὺς τῶν χωρίων
τοῦ μὴ ἀπολῦσαί τινα ἐκ τῶν τοιούτων φυγάδων φεύγοντα
αὐτοῖς νυνὶ ἀλλὰ τοῦτον ει…λ…[…]
ἕως δʼ ἂν τοῦτον παραστήσωσιν[…]
γεγραφήκαμεν. εἰ μὲν οὖν γε […]…το[…]
ἀγαθὸν θέλεις τε καὶ τὸ σῶσμα τῆς ψυχῆς σου[…]
ἀνελθεῖν τῷ ἐκτελέσαντι βρ[…]τ[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.