no image
DDbDP-text
Letter from Herieous to Paieous seeking aid for an indebted brother. A Christian (probably Melitian) letter from Herieous to the priest Paieous asking the brethren to collect money for Pamonthes, a former wine merchant ruined by debts imposed by local magistrates, whose creditors sold his property and seized his young children into slavery. It dates to about AD 330-340 from the Herakleopolite or Kynopolite nome. machine translation
Linked by Trismegistos ID
TM 16853.
Each record below describes this same artifact or text from a different angle.
[r,ctr]
[…]ἀδελφῷ
Παιηοῦτι Ἑριηοῦς ἐν κυρίῳ χαίρειν.
τοῖς ἐν[…]ηφθονει συμφορᾷ παραπεσοῦσιν
βοηθεῖν παραγγέλλεται ἡμῖν ὁ θεῖος λόγος πᾶσι, μάλιστα
τοῖς ἀδελφοῖς ἡμῶν. ἐπειδὴ οὖν ὁ ἀδελφὸς ἡμῶν
Παμώνθεις περιστάσεσι οὐ ταῖς τυχούσαις παραπεσὼν αἴσχιστα πέπονθεν ὑπὸ ἀνθρώπων ἀνελεημόνων καὶ ἀθέων ὥστε ὡς ἔπος εἰπεῖν ἀναγκασθῆναι τῆς μακαρίας ἐλπίδος ἡμῶν ἀποστερηθῆναι, ὅθεν ἐδέησεν ἡμᾶς ἐπιθεῖναι διʼ αὐτὰ
ταῦτα τὰ γράμματα πρὸς τὴν ἀδελφότητα
ὑμῶν, δηλώσαντας τὴν τούτου πᾶσαν πρᾶξιν,
ἵνα καὶ ὑμεῖς γνοντες συμβάλλεσθε αὐτῷ μεμνημένοι τοῦ μακαρίου ἀποστόλου λέγοντος τοὺς
ἀσθενοῦντας μὴ παρορᾶν οὐ μόνον ἐν τῇ πίστει
ἀλλα καὶ ἐν ταῖς κοσμικαῖς πράξεσι. οὗτος γὰρ ὁ ἀδελφὸς
ἡμῶν ἔτυχέν ποτε οἰνοπράτης καὶ ἐπὶ πολὺ
ἐνοχληθεὶς ὑπὸ τῶν ἐν τῇ αὐτοῦ πατρίδι ἀρχόντων
παρὰ τὴν δύναμιν αὐτοῦ εἰσπράττεσθαι καὶ ἐκ
τούτου ὄγκον ἀργυρίου δανεισάμενος καὶ ταῦτα
ἀπαιτηθεὶς καὶ μὴ δυνάμενος ἀπαντᾶν πρὸς τὰ
χρεωστούμενα ἠναγκάσθη ὑπὸ τῶν δανειστῶν
πάντα τὰ ἑαυτοῦ ἄχρι καὶ τῶν ἱματίων τῶν
τὴν ἀσχημοσύνην αὐτοῦ περισκεπασμένων
πωλῆσαι· καὶ τούτων πραθέντων μόγις τὴν ἡμίσειαν
τῶν ἀργυρίων δεδύνηται περιποιῆσαι τοῖς δανεισταῖς,
οἵτινες οἱ ἀνελεήμονες ἐκεῖνοι καὶ ἄθεοι ἀπέσπασαν τὰ πάντα τὰ ἑαυτοῦ τέκνα νήπια κομιδῇ.
ὅθεν ἐπιτείνομεν πρὸς ὑμᾶς ταυτηνὶ τὴν ἐπιστολήν, ἀξιοῦντες ὑμᾶς συμβαλέσθαι αὐτῷ εἰς ὃ ἐὰν
δύνασθε δοῦναι ἵνα παρʼ αὐτῶν αὐτὰ ἀπολάβῃ
[r,ms]
[…]εσθαι υἱοὶ τοῦ οὐρανίου πατρὸς ἡμῶν.
[v]
[…] ἡ ἐμὴ ατ…ν……π……ρουχε…ραν σου
[…]…ων πάνυ αὐτῷ βοήθησον ἐπειδὴ μάλιστα
[…]…νβη ὁ ἀδελφὸς ὅτι ἥρπασαν τὰ τέκνα
αὐτοῦ εἰς δουλείαν. μὴ οὖν ἀμέλησον τὸ
[…]… καὶ παντὶ τρόπῳ.
ⲉⲣⲟ… ⲡⲟⲩⲁϩ ⲛⲉⲡⲧⲱⲟⲩ
[…] ⲡⲟⲩⲁϩ ⲛⲉⲡⲧⲱⲟⲩ
ἀπόδος Παιηοῦτι πρεσβυτέρῳ παρὰ Ἑριηοῦτος ἀδελφοῦ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.