no image
DDbDP-text
Letter appealing for money to help Pamonthios, whose children were seized by creditors. A letter from Moses and Herieous to the presbyter Paieous and other brothers of a Christian or Melitian monastic community, asking them to collect money for Pamonthios, whose children had been seized into slavery by moneylenders. The verso adds a personal appeal to Paieous and a note on a surety of 500 talents, 800 with interest. machine translation
Linked by Trismegistos ID
TM 16854.
Each record below describes this same artifact or text from a different angle.
[r,ctr]
τοῖς παναγίοις ἀγαπητοῖς καὶ γλυκυτάτοις Παιηοῦτι πρεσβυτέρῳ καὶ
Διοσκόρῳ καὶ Ἱέρακι καὶ […]
καὶ ἄπα Σουροῦ καὶ πᾶσι τοῖς ἀδελφοῖς καὶ πᾶσι τοῖς περὶ ὑμᾶς
κατʼ ὄνομα Μωυσῆς καὶ Ἑριηοῦς
οἱ ὑποδεέστεροι ὑμῶν ἐν κυρίῳ χαίρειν.
πρῶτον μὲν τὴν προσκύνησιν ὑμῶν
ποιούμενοι, ἀγαπητοὶ πάτρωνες, ἀγγέλλειν
θέλομεν περὶ τούτου τοῦ ἀγαπητοῦ Παμωνθίου
ὅτι ἐν μεγάλῃ ἀνάγκῃ ἐστὶ καὶ αἴσχιστα πέπονθεν ὑπό τινων ἀνθρώπων ἀνελεημόνων καὶ ἀθέων, ἵνα καὶ ὑμεῖς σπουδάσητε
αὐτῷ …νκ…[…]…χρ[…]… καὶ τῆς
ὑπερβολῆς ὑμῶν ἀγάπην τὴν ἐν τῷ οὐρανῷ
κατοικεῖν. ἀναγκαίως οὖν πάνυ σπουδάσατε
αὐτῳ ἀόκνως, ὅτι τὰ τέκνα αὐτοῦ εἰς δουλείαν
ἥρπασαν οἱ δανεισταί· εἰ δὲ ἔχετέ μοι ὡς ἀδελφὸν τοῦτον συνβοηθήσατε, ἀγαπητοί,
ὅτι πάνυ σφοδρῶς ἔθλιβε ἡμᾶς οὕτως περὶ
ταύτης τῆς ἀνάγκης, καὶ ἡμεῖς οὐκ ὀκνήσομεν. εἴ τι καὶ εὑρήκαμεν παρεδώκαμεν αὐτῷ,
ἀλλὰ καὶ ὑπὲρ τὴν δύναμιν ἡμῶν ἐποιήσαμεν. εἴ τι ἐὰν δυνήσατε συνλέξατε ἀργύρια
μέτρησατε αὐτά, καὶ γράψατέ μοι περὶ ὧν δεδώκατε, ἵνα τὸ ἀσφαλὲς μάθωμεν, ἵνα καὶ
πεισθῶμεν, ἐπειδὴ τὰ πολλὰ πλεῖστα ἀργύρια
χρεωστεῖ. ὁρᾶτε μὴ ἀμελήσατε, ἀγαπητοί, ἐπειδὴ παραπεσεῖται ὁ ἀδελφὸς τοιαύτῃ ἀνάγκῃ
ἐρρῶσθαί σε εὔχομαι[…]……
[r,ms]
ἐνδείξασθε οὖν τὴν ἔμφυτον ὑμῶν ἀγάπην καὶ εὐσπλαγχνίαν
καὶ τὴν στοργὴν τῆς ὑμῶν πατριότητος.
[v]
γράφω σοι οὖν, ἄδελφε Παιηους[…]
ταύτην τὴν ἀνάγκην, ἵνα […]παντὶ τρόπῳ καὶ κατάστησον […]
αὐτῷ παρὰ τοῖς ἀδελφοῖς, ἵνα […]
δῶσιν· οἶδα γὰρ ὅτι πόλυ ψ…[…]
καὶ ἀπόστελλε τοῖς ἀδελφοῖς […]
ἀσφαλὴν ἔγραψα ὑμῖν. εἴ τι ἐὰν δυνήσατε συνλέξαι
παρὰ τοῖς γείτοσιν ἀδελφοῖς […]…ρ…α…[…]ἀσφαλὴν καὶ σφράγιζον αὐτὴν […]…νοστ…λ…[…]… αὐτοῦ
ἐγγύην αὐτὸν ἔλαβα παρὰ τῶν στρατιωτῶν πεντακοσίων
ταλάντων κεφάλαιον καὶ τόκον, ταλάντων ω.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.