no image
DDbDP-text
Order from Panakestor to issue barley loans and wheat seed to cultivators. An order from Panakestor, manager of an estate, to the granary officials Kleitarchos and Andron to issue barley loans for cultivation costs and wheat seed to four cultivators. The text is written twice and dated Year 29, Thoth 25 (19 November 257 BC). machine translation
Linked by Trismegistos ID
TM 1516.
Each record below describes this same artifact or text from a different angle.
[r]
Πανακέστωρ Κλειτάρχωι Ἄνδρωνι χαίρειν
μετρήσατε Νικηράτωι Πρωτάρχου δάνειον
εἰς τὸ κάτεργον εἰς τὴν
γῆν ἣν ἔχει κριθῶν ἀρτάβας κ,
καὶ Κελεήσει Ὥρου Πέρσηι
δάνειον κριθῶν ἀρτάβας ι καὶ σπέρμα
πυρῶν ἀρτάβας β, καὶ Πάτιτι Πάιτος
δάνειον εἰς τὸ κάτεργον
κριθῶν ἀρτάβας ιε καὶ σπέρμα πυρῶν ἀρτάβας γ,
καὶ Νικομάχωι Βαλάκρου Μακεδόνι σπέρμα
πυρῶν ἀρτάβας γ.
ἔτους κθ, Θωὺθ κε.
Πανακέστωρ Κλειτάρχωι
Ἄνδρωνι χαίρειν. μετρήσατε Νικηράτωι Πρωτάρχου δάνειον εἰς τὸ
κάτεργον κριθῶν ἀρτάβας κ,
καὶ Κελεήσει Ὥρου Πέρσηι
δάνειον κριθῶν ἀρτάβας ι
καὶ σπέρμα πυρῶν ἀρτάβας β,
καὶ Πάτιτι Πάιτος δάνειον εἰς τὸ κάτεργον κριθῶν ἀρτάβας ιε καὶ σπέρμα πυρῶν ἀρτάβας γ, καὶ Νικομάχωι
Βαλάκρου Μακεδόνι
σπέρμα πυρῶν ἀρτάβας γ.
ἔρρωσο. ἔτους κθ, Θωὺθ κε.
διὰ Διοδώρου μετρήσατε.
[v]
Γ Κλειτάρχωι
Ἄνδρωνι.
κε. σιτικά.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.