no image
DDbDP-text
Κόμων Μουσαίου τοῦ Ἡρακλείτου
Πεκύσι Ὥρου χαίρειν. ὁμολογῶ πεπρακέναι σοι κάμηλον θήλειαν δευτερόβολον πυρρὰν κεχαραγμένον
δεξιῷ, σιαγόνι ταύτην τοιαύτην
ἀναπόριφον, καὶ ἀπέχω τὴν συνπεφωνημένην τιμὴν ἀργυρίου δραχμὰς ἑπτακοσίας ὀγδοήκοντα καὶ βεβαιώσω πάσῃ βεβαιώσει.
ἔτους δευτέρου καὶ εἰκοστοῦ
Ἀντωνίνου Καίσαρος τοῦ κυρίου
Τῦβι η.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.