Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.lond.7.2191
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἔτους β Ἁθὺρ η· παρεχώρησεν Ταθῶτις ἑβδόμην μερίδα πάντων τῶν ὑπαρχόντων αὐτῆι ἐγγαίων καὶ ἐπίπλων καὶ ὧν ἂν προσεπι κτήσηται καὶ τῆς Τέλωνος γῆς ἀρούρας 𐅵. βασιλεύοντος Πτολεμαίου θεοῦ Εὐεργέτου τοῦ Πτολεμαίου καὶ Κλεοπάτρας θεῶν Ἐπιφανῶν καὶ βασιλίσσης Κλεοπάτρας τῆς ἀδελφῆς καὶ βασιλίσσης Κλεοπάτρας τῆς γυναικὸς θεῶν Εὐεργετίδων ἔτους β, ἐφʼ ἱερέωςἱερείως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεῶν Εὐεργετῶν, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος, κανηφόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας Ἀρσινόης Φιλοπάτορος τῶν οὐσῶνὀντῶν ἐν Ἀλεξανδρείαι, ἐν δὲ Πτολεμαίδι τῆς Θηβαίδος, ἐφʼ ἱερέωνἱερείων καὶ ἱερισσῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν ἐν Πτολεμαίδι τῆς Θηβαίδος, μηνὸς Ἁθὺρ η, ἐν Παθύρει ἐφʼ Ἡλιοδώρου ἀγορανόμου. ὁμολογία, ἣν ἑκοῦσα καὶ συγχωρήσασασυνχωρήσασα ἔθετο Ταθῶτις Φίβιοςφβιος Περσίνηπερσιν ὡς ἐτῶν ν ἐλάσσω μελίχρως πλατυπρόσωπος εὐθύριν μετὰ κυρίου τοῦ ἑαυτῆς ἀδελφοῦ Πανοβχούνιος τοῦ Νεχούτου Πέρσου τῶν προσγράφων, καθʼ ἣν ὁμολογεῖ παρακεχωρηκέναι Κοβαετήσει Φαγώνιος τῆι ἑαυτῆς θυγατρὶ Περσίνῃ μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Πανοβχούνιος τοῦ Τοτοέους Πέρσου τῆς ἐπιγονῆς· ἀπὸ μὲν τῆς καλουμένης γῆς σιτοφόρου Τέλωνος ἀπὸ τοῦ ὑπάρχοντος αὐτῆι η μέρους ἀρούρας ἥμισυ , γείτονες τῆς ὅλης γῆς· νότου γῆ Πατσεοῦτος, βορρᾶ γῆ Νεχούτου τοῦ Βούχιος, ἀπηλιώτου ἀμπελὼν τῶν ὄχλων, λιβὸς διῶρυξ Πμοης· vestiges ἀπὸ δὲ τῶν ἄλλων ὑπαρχόντωναπαρχοντων αὐτῆι ἐγγαίων τε καὶ ἐπίπλων καὶ ὧν ἂν προσεπικτήσηταιπροεπικτήσηται ἑβδόμην μερίδα ἐκτὸς τῆς δεδομένης αὐτῇ φερνῆς ὧν εἰσιν· ἀπὸ τῆς καλουμένης Ταριτεῦτος γῆς ἠπείρου σιτοφόρου ἐν Παθύρει ἀπὸ τοῦ ἐπιβάλλοντος αὐτῇ η μέρους ἑβδόμην μερίδα, γείτονες τῆς ὅλης γῆς· νότου γῆ Πατοῦτος τοῦ Παθώτου καὶ τῶν ἀδελφῶν, βορρᾶ γῆ Σιεπμοῦτος καὶ τῶν ἀδελφῶν, ἀπηλιώτου γῆ τῶν ἰβιοβοσκῶν καὶ Ἁρμώνθου, λιβὸς ὄρος· καὶ ἀπʼ ἄλλης σφραγῖδος καλουμένης Σεναμούνιος ἀπὸ τοῦ καθήκοντος αὐτῇ η μέρους τὴν ἑβδόμην μερίδα, γείτονες τῆς ὅλης γῆς· νότου γῆ Πατοῦτος τοῦ Φίβιος καὶ τῶν ἀδελφῶν, βορρᾶ γῆ ΨενθώτουΨενθω τοῦ Καλέους καὶ τῶν ἀδελφῶν καὶ Πατοῦτος τοῦ Παθώτου καὶ τῶν ἀδελφῶν, ἀπηλιώτου περίχωμα, λιβὸς ὄρος· καὶ ἀπʼ ἄλλης σφραγῖδος Ζμίνιος τοῦ Ἁρσιήσιος ἀρουρῶν δ 𐅵 η λβ ἀπὸ τῆς αὐτῆς ὀγδόης μερίδος τὴν αὐτὴν ἑβδόμην μερίδα, καὶ ἀπʼ ἄλλης σφραγῖδος ὁμουρούσης ταύτῃ καλουμένηςκαλουμενη Σεναμούνιος καὶ Ζμίνιος, ὁμοίως ἀπὸ τῆς καθηκούσης αὐτῇ μερίδος τὴν αὐτὴν ἑβδόμην μερίδα, γείτονες τῶν δύο σφραγίδων· νότου γῆ χέρσος, βορρᾶ γῆ Νεχούτου τοῦ Ζμῖνος, ἀπηλιώτου ὁδός, λιβὸς ὄρος· καὶ ἀπʼ ἄλλης σφραγῖδος ἀρούρας α 𐅵 δ η ἀνὰ ϛ 𐅵 ἀπὸ τῆς καθηκούσης αὐτῇ μερίδος τὴν αὐτὴν ἑβδόμην μερίδα, γείτονες τῆς ὅλης· νότου καὶ ἀπηλιώτου ἱερὰ γῆ τῆς Ἀφροδίτης, βορρᾶ γῆ ΝεχούτουΝεχου τοῦ Ζμῖνος, λιβὸς ὄρος· καὶ ἀπʼ ἄλλης σφραγῖδος καλουμένης Τμοναρῆι ἀπὸ τοῦ ἐπιβάλλοντος αὐτῆι ὀγδόου μέρους τὴν αὐτὴν ἑβδόμην μερίδα, γείτονες τῆς ὅλης γῆς· νότου γῆ Καλλίου, ἀπηλιώτου ἱερὰ γῆ τῆς Ἀφροδίτης καὶ κοιλάς, βορρᾶ ἱερὰ γῆ τοῦ ἐν Παθύρει ἱεροῦ, λιβὸς ὄρος· καὶ ἀπʼ ἄλλης σφραγῖδος, ἧς μέτεστι Τισύτμει Φράσιος τὰς ἑαυτῆς μερίδας, ἀπὸ τοῦ ἐπιβάλλοντος αὐτῇ ὀγδόου μέρους τὴν αὐτὴν μερίδα ἑβδόμην, γείτονες τῆς ὅλης γῆς· νότου γῆ Σεναμούνιος, βορρᾶ γῆ τῶν ἰβιοβοσκῶν, ἀπηλιώτου περίχωμα, λιβὸς γῆ Σεναμούνιος· καὶ ἀπʼ ἄλλης σφραγῖδος ἐν τῆι κάτω ταινίαι, ἧς μέτεστι τῆι αὐτῆι Τισύτμει Φράσιος μερίδα, ἀπὸ τῆς καθηκούσης αὐτῆι μερίδοςμεριδα τὴν αὐτὴν ἑβδόμην μερίδα, γείτονες τῆς ὅλης γῆς· νότου γῆ Κολλούθου τοῦ Φίβιος, βορρᾶ γῆ Καλῆτος, ἀπηλιώτου ὁδόςδος, λιβὸς γῆ Νεχούτιος τῆς Πελαίου καὶ Ἀνεμπεῦτος· καὶ ἀπὸ τοῦ ὑπάρχοντος αὐτῆι φοινικῶνος ἐν τῆι περιστάσει τῆς πόλεως τὴν ἑβδόμην μερίδα, γείτονες· νότου φοινικὼν Ζμίνιος, βορρᾶ γῆ Γόνσιος, ἀπηλιώτου ποταμός, λιβὸς διῶρυξ βασιλική· καὶ ἀπὸ τῆς ὑπαρχούσης αὐτῆι τε οἰκίας ὠικο- δομημένης καὶ τεθυρωμένης καὶ ἐστεγασμένης τῆς οὔσης ἐντὸς τοῦ ὀχυρώματος, ἧς μέτεστι Θαίβει τὸ 𐅵, ἀπὸ τοῦ 𐅵 αὐτῆς τὴν ἑβδόμην μερίδα, γείτονες· νότου οἰκία Θράσωνος, βορρᾶ οἰκία Νεχθμίνιος ἀνὰ μέσον ῥύμη ἀπηλιώτου Καιῆς, λιβὸς οἰκία Παθώτου· καὶ ἀπʼ ἄλλης οἰκίας ἐν τῆι ἄνω ταινίᾳ τοῦ ὀχυρώματος τὴν αὐτὴν ἑβδόμην μερίδα, γείτονες· νότου οἰκία Ὤρου τοῦ Θοτορταίου, βορρᾶ ῥύμη, ἀπηλιώτου οἰκία Θαίβιος, λιβὸς ῥύμη· καὶ ἀπʼ ἄλλου ψιλοῦ τόπου τοῦ ὄντος ἐπάνω τῆς Σεννήσιος τῆς Χαρίστιος οἰκίας τὴν αὐτὴν ἑβδόμην μερίδα, γείτονες· νότου Πανεχάτου τοῦ Πελαίου καὶ τῶν ἀδελφῶν ψιλὸς τόπος, βορρᾶ οἰκία Σεννήσιος, ἀπηλιώτου ῥύμη, λιβὸς ψιλοὶ τόποι τοῦ ἱεροῦ· καὶ ἀπʼ ἄλλης οἰκίας ὠικοδομημένης καὶ τεθυρωμένης τὴν αὐτὴν μερίδα, γείτονες τῆς ὅλης· νότου Ἰσιεῖονιειειον ἀνὰ μέσονμερον ῥύμη βασιλική, βορρᾶ οἰκία Νεχούτου τοῦ Ζμῖνος, ἀπηλιώτου πλατείαπλατέα ὁδὸς τῶν θεῶν, λιβὸς οἰκία Ἁρογγοῦτος· καὶ ἀπʼ ἄλλου ψιλοῦ τόπου ἐν τῆι κάτω ταινίᾳ τὴν ἑβδόμην μερίδα, γείτονες· νότου καὶ βορρᾶ ψιλὸς τόπος Κοβαετήσιος, ἀπηλιώτου οἰκία Ἁρμώνθιος, λιβὸς Τειαῖτος οἰκία, ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν πάντων τούτων. μὴ ἐξέστω δὲ Ταθώτηι μηθενὶ ἄλλωι παραχωρεῖν τὴν ἑβδόμην μερίδα τῶν προκειμένων· εἰ δὲ μή, ἄκυρος ἔστω καὶ προσαποτεισάτω ὁ ἐπιπορευόμενος ἐπίτιμον παραχρῆμα τῆι μὲν Κοβαετήσει χαλκοῦ τάλαντα εἴκοσι καὶ ἱερὰς τοῖς βασιλεῦσιν ἀργυρίου ἐπισήμου δραχμὰς τ καὶ μηθὲν ἧσσον κύρια ἔστω τὰ διωμολο γημένα. Ἔτους β Ἁθὺρ ια· τέτακται ἐπὶ τὴν ἐν Παθύρει τράπεζαν, ἐφʼ ἧς Ἡρακλείδης, θέμα δεκάτον ἐγκυκλίουἐνκυ Κοβαετῆσις Φαγώνιος· χαλκοῦ, οὗ ἀλλαγή, Γ γίνονται Γ. Ἡρακλείδης τραπεζίτηςCross-references (3)
- TM-Text 1488 primary
- DDbDP-Text p.lond;7;2191 tier-1
- HGV-Text 1488 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.