no image
DDbDP-text
Eingabe an einen centurio via HGV-meta
Petition to a centurion about stolen wheat. A petition from Aurelius Pakysis, a priest of the temple at Soknopaiou Nesos, to a centurion about wheat stolen from his storeroom through a hole bored in the floor. The occupants had promised through the village police chief to pay 7 artabas of wheat but did not, so he asks that two accused men be brought before the centurion. Dated 7 April 216. machine translation
Linked by Trismegistos ID
TM 11842.
Each record below describes this same artifact or text from a different angle.
[1]
Αὐρηλίῳ Καλβεισίῳ Μαξίμῳ ἑκατοντάρχῃ
παρὰ Αὐρηλίου Πακύσεως Τεσενούφεως
ἱερέως καὶ στολιστοῦ ἱεροῦ λογίμου κώμης
Σοκνοπαίου Νήσου τῆς Ἡρακλείδου μερίδος.
ἔχω τόπον ἐν οἰκίᾳ τῆς τοῦ υἱοῦ μου Αὐρηλίου
Τεσενούφεως γυναικὸς ἐν ἐποικίῳ Πισᾶι
λεγομένῳ τῆς Θεμίστου μερίδος ἐν ᾧ ἐστίν
μου τὰ εἰς διατροφὴν ἀποκείμενα σιτά
ρια. πρώην οὖν εἰς τὸν τόπον εἰσελθόντων τῶν οἰκείων μου διὰ τὸ ἐμὲ ἐν Ἀλεξανδρείᾳ εἶναι οὐχ εὑρέθη τὰ σιτάρια κεκουφισμένα. ἡ δὲ αἰτία τῆς
κλοπῆς ἐφάνη τοῦ τόπου ὑπερῴου ὄντος ἐκ τοῦ ποδώματος διατρηθέντος
τὴν κακουργίαν γεγονέναι. διελεγχόμενοι δὲ οἱ ἔνδον οἰκοῦντες ὡς ἐξ
αὐτῶν ἐπηρείας τοῦτο γεγένηται
ὑπέσχοντο διά τε τοῦ τῆς κώμης
ἀρχεφόδου καὶ διὰ ἄλλων δώσειν
εἰς τὸν λόγον τῆς κλοπῆς πυροῦ ἀρτάβας ἑπτά · ἀλλʼ ἐπεὶ τῇ μὲν ὑποσχέσει
συνέθεντο, τῇ δὲ ἀποδόσει μέχρι νῦν
οὐχ ὑπήντησαν, ἀναγκαίως τὴν ἐπὶ
σὲ καταφυγὴν ποιοῦμαι καὶ ἀξιῶ ἀχθῆναι τοὺς ἐγκαλουμένους Πανοῦφιν Στοτοήτεως καὶ Πακῦσιν Κάννειτος πρὸς τὸ
ἐκ τῆς σῆς ἐξουσίας δυνηθῆναί με ἀντὶ
πλειόνων τῶν κλαπέντων τὰς σταθείσας μοι πυροῦ ἀρτάβας ἑπτὰ ἀπολαβεῖν. διευτύχει. Αὐρήλιος
Πακῦσις ἐπιδέδωκα.
ἔτους κδ Μάρκου Αὐρηλίου Σεουήρου
Ἀντωνείνου Παρθικοῦ Μεγίστου Βρεταννικοῦ
Μετίστου Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς
Σεβαστοῦ, Φαρμοῦθι ιβ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.