no image
DDbDP-text
Verkaufsurkunde über einen Hausteil via HGV-meta
Linked by Trismegistos ID
TM 45754.
Each record below describes this same artifact or text from a different angle.
[1]
[… ? lines lost …]
[… 14 lines lost …]
[2]
[… 15 lines lost …]
Λάμπων[…]μητρὸς Ἰσιδώρας ὁμολογῶ πεπρακέναι Σαταβοῦτι τῇ Ὥρου μητρὸς Ταμούνιος τὸ ἐπιβάλλον μου μέρος οἰκίας καὶ αὐλῆς ἐκ τοῦ πρὸς βορρᾶ μέρους κοινοῦ καὶ ἀδιαιρέτου καὶ
τῶν συγκυρόντων πάντων ἐν τῇ Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλείδου μερίδος ὧν γείτονες ὅλης τῆς οἰκίας καὶ τῆς αὐλῆς νότου καὶ ἀπηλιώτου ῥύμη βασιλική, βορᾶ ῥύμη βασιλικὴ καὶ ἐπί τι μέρος
Ἁρσιήσιος οἰκία καὶ αὐλή, λιβὸς Ἑριέως Παπάιτος οἰκία καὶ αὐλὴ καὶ Ἁρσιήσιος οἰκία καὶ αὐλὴ καὶ ἀπέσχον παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου τὴν συγκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρουςκαὶ βεβαιώσω πάσῃ βεβαιώσει ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον καὶ τὰ ἄλλα ποιήσω καθότι προγέγραπται. ἐπιτετάχαμεν τοῖς μάρτυσι γράφειν καὶ τῷ πρὸς τῷ γραφείῳ
χαράξαντι[…]αι. ἔγραψεν ὑπὲρ αὐτοῦ Παπάις …τοσαρχου διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. Σαταβοῦς ἡ Ὥρου μητρὸς Ταμούνιος ἠγόρακα καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτῆς
Σωίλος Λεωνίδου διὰ τὸ μὴ εἰδέναιαὐτὴν γράμματα. πρᾶσις καὶ ἀποστασίου τοῦ ἐπιβάλλοντος αὐτοῦ μέρους οἰκίας διστέγου καὶ αὐλῆς ἐκ τοῦ πρὸς βορρᾶ μέρους κοινοῦ καὶ ἀδιαιρέτου καὶ τῶν συγκυρόντωνπάντων ἐν τῇ Σοκνοπαίου Νήσου τῆς Ἡρακλείδου μερίδος ἧς γείτονες ὅλης τῆς οἰκίας καὶ τῆς αὐλῆς αἳ πρόκειται καὶ ἀπέχει
τὴν τιμὴν καὶ βεβαιοῖ ἣν ποιεῖται Λάμπον
[…]ἐτῶν τεσσαράκοντα οὐλὴ[…]… ἀριστεροῦ μέσῳ καὶ Σαταβοῦς ἡ Ὥρου μητρὸς Ταμοῦνις ἐτῶν λε οὐλὴ ὀφρύῳ ἀριστερᾷ. ὑπογραφεὺς τοῦ ἀποδομένου Παπάις
[…]τοσαρχου ἑτῶν[…]οὐλὴ[…]καὶ τῇ ἄλλῃ Ζωίλος Λεωνίδου ἐτῶν λζ, ἄσημος. ἔτους η Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, μηνὸς …
[…]. ἀναγέγραπται διὰ τοῦ ἐν τῇ Σοκνοπαίου Νήσῳ γραφείου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.