no image
DDbDP-text
Σοκνοπαίου Νήσου κάμηλοι δ πῶλοι β.
Πτολεμαίῳ στρατηγῷ καὶ Ἑρμαίῳ τῷ
καὶ Δρύτωνι βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος
παρὰ Ταουήτιος τῆς
Τεσείους ἀπὸ κώμης Σοκνοπαίου
Νήσου μετὰ κυρίου τοῦ ἀνδρὸς
Οὐήτιος τοῦ Πετεύριος. τῷ ε ἔτει
ἀπεγραψάμην περὶ τὴν κώμην καμήλους τελείους τρεῖς πῶλον
ἕνα. ὁ δὲ πῶλος τέλειος ἐγένετο·
τῶν ἐπὶ τὸ αὐτὸ καμήλων τελείων
τεσσάρων ἀπογράφομαι εἰς τὸ ἐνεστὸς
ϛ ἔτος Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου
σὺν τοῖς ἐπακολουθοῦσι πώλοις δυσί.
κατεχωρίσθη στρατηγῷ· κάμηλοι τέσσαρες πῶλοι δύο, ἔτους ϛ Ἁδριανοῦ
τοῦ κυρίου, Μεχεὶρ γ.
κατεχωρίσθη βασιλικῷ γραμματεῖ· κάμηλοι δ πῶλοι δύο,
Μεχεὶρ γ.
Δῖος ἐξηρίθμησα.
βασιλικὸς γραμματεὺς ἐξηρίθμησα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.