no image
DDbDP-text
[r]
Ὡρίων Ἀπολλωνίῳ τῶι ἀδελφῷ χαίρειν.
λαβών σου ἐπιστολὴν τῆι ιδ ἐν Ἀφροδίτῃ
μοι ὄντι δηλοῦσαν τὴν περὶ τῶν
προβάτων μεταγωγὴν εἰς ἀθυμίαν οὐκ ὀλίγην ἐνέπεσον εἰδὼς
τὰ ἐνεστῶτα περὶ τῶν πρώτων
ὡς οὐδεμίαν προχώρησιν ἔσχον. ἀλλὰ ἤδη ἡμέραι πέντε παρῴχηνται καὶ οὔπω δέκα προβάτια ἠγόρασται· μάλιστα καθ’ ἣν ὁ
Δίδυμος λέγει τιμὴν δεδωκέναι
ἐν τῶι Ὀξυρυγχίτῃ οὐδὲ τὰ φόρετρα
σῴζει. τὸ γὰρ ἐξ αὐτῶν πρῶτον
πωλούμενον πλείονος δραχμῶν λς η καὶ
…[…]… δραχμ- …ον οὐχ εὑρίσκει
[… ? lines lost …]
τῶν τοῦ καλικίου - ἐπεὶ τέταγμαι αὐτῶι ἐλθεῖν εἰς […]
δι’ οὗ δυνήσομαι πέμψαι, ἐάνπερ ὁ Δίδυμος αὐτοὺς […]
[v]
εἰς τὰ Θέωνος Ἀπολλωνίου τραπεζίτου […]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.