Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.mert.1.26

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἐξ ὑπομνηματισμῶνὑπομνημαστιμῶν Αὐρηλίου Ἀγαθοῦ Δαίμονος Ποταμῶνος ἱερέως ἐνάρχου ἐξηγητοῦ Ὀξυρυγχίτου καὶ ΜικρᾶςΜεικρᾶς Ὀάσεως βουλευτοῦ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως ἔτους ε τοῦ κυρίου ἡμῶν Αὐτοκράτορος Αὐρηλιανοῦ Σεβαστοῦ, Μεχεὶρ ιδ, ἐν δημοσίᾳ ῥύμῃ πρὸς τῇ οἰκίᾳ τοῦ ἐνάρχου ἐξηγητοῦ. προσελθούσης Αὐρηλίας Διδύμης Πεκύσιος μητρὸς Ταπεκύσιος ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως θεαγίσσης Θοηρείου ἐξαγορείων καὶ ἑτέρου Σιντάβω ἐπὶ παρόντι Αὐρηλίῳ Σεουήρῳ συνθεαγῷ τῶν αὐτῶν ἱερῶν καὶ ἐπιδούσης βιβλία τῷ ἐξηγητῇ, Πτολεμῖνος ῥήτωρ εἶπεν· ἐκ κελεύσεως τοῦ λαμπροτάτου ἡμῶν ἐπανορθωτοῦ Κλαυδίου Φίρμου πρόσεισίν σοι ἡ παροῦσα ὅσιον πρᾶγμα διαπραξαμένη· τῶν γονέων γὰρ ἄμφω τοῦ παιδὸς τοῦ ἀδελφιδοῦ αὐτῆς, τοῦ παρόντος Αὐρηλίου Πεκύσιος τοῦ καὶ Χαιρήμονος, τοῦ τε πατρὸς καὶ τῆς μητρὸς, ἀπό τινος φρικώδουςφρεικώδους νόσου τετελευτηκότων οὐκ ᾠήθη δεῖν περιιδεῖν ἀβοήθητον τὸν παῖδα, ἀλλʼ ὁρῶσα τὰ ἀπολελιμμένα αὐτῷ χρείαν ἔχοντα τοῦ διοικῆ σαι αὐτὰ δυναμένου ἐκ παντὸς τρόπου ἐζήτησεν ταῦτα ἀποσωθῆναι αὐτῷ, καὶ ἐπισκεψαμένη τὸ νόμιμον ἔγνω δεῖσθαι τὸν παῖδα ἐπιτρόπου. οὐκ ἀβασανίστως δὲ ἦλθεν καὶ ἐπὶ τὴν δοκιμασίαν ταύτην, ἀλλὰ τὸν παρόντα Σεουῆρον ἐδοκίμασεν, ἀδελφὸν μὲν ὄντα αὐτῆς, θεῖον δὲ πρὸς πατρὸς τοῦ παιδίου τοῦ ἐνταῦθα ὁρωμένου ὑπὸ σοῦ καὶ δεομένου καταστάσεως τοῦ ἐπιτρόπουπιτρόπου. ἵνα κατὰ τὸ συνγενικὸν δίκαιον κηδεμονίαν ἀποσώσῃ πρὸς αὐτὸν ἐπένευσεν αὐτῆς τῇ ἀξιώσει ὁ λαμπρότατος ἡμῶν ἐπανορθωτὴς Κλαύδιος Φίρμος, καὶ ἠθέλησεν διὰ τῶν ἀρχόντων τῆς πόλεως τὴν κατάστασιν τοῦ ἐπιτρόπου γενέσθαι. ὁπόταν δὲ τοῦτο προσταχθῇ ὁ ἐξηγη τὴς παρʼ ἑαυτῷ ἐφεῖται ὑπομνηματογραφεῖν ὁ τὴν κατάστασιν τοῦ ἐπιτρόπου ποιούμενος· ἐνταῦθα δέ ἐστιν ὁ παῖς κομιδῇ νήπιος ὤν, καὶ ὁ δοκιμασθεὶς ἐν τῇ ἀξιώσει αὐτῆς παρὰ τῷ λαμπροτάτῳ ἐπανορθωτῇ Κλαυδίῳ Φίρμῳ εἰς τὴν ἐπιτροπείαν τοῦ παιδίου διά τε τὸ συνγενικὸν καὶ διότι καὶ αὐτὸς ἱερώμενος ἐστὶν καὶ οὐ προσή κει ἰδιώτην φως ἱερατικοῦ κ τὴν κατάστασιν γενέσθαι δ

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.