Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
chrest.mitt.75
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Αὐρηλίῳ Ἡρακλείῳ τῷ καὶ Ἀστερίῳ στρατηγῷ Ὀξυρυγχείτου παρὰ Μηνοδώρας ἐπικεκλημένης Σύρας διὰ τοῦ κατὰ πατέρα πάππου Αὐρηλίου Σαβείνου βουλευτοῦ πρεσβυτάτου τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξαν δρέων. ἧς παρεκόμισα παρʼ Αὐρηλίου Διδύμου τοῦ καὶ Σαραπίωνος ἐνάρχου ἀρχιδικαστοῦ ἐπιστολῆς, συνεζευγμένων τῶν γενομένων ἐπʼ αὐτῷ ὑπομνημά των τὰ ἀντίγραφα ὑπόκειται μετὰ τὰ αὐθεντικὰ καὶ ἀξιῶ τὰ ἀκόλουθα τοῖς γραφεῖσι πρᾶξαι. ἔτους ιγ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Φαῶφι ιδ. ἐστὶ δὲ τῆς μὲν ἐπιστολῆς· Αὐρήλιος Δίδυμος ὁ καὶ ΣαραπίωνΣαρίων ἔναρχος ἀρχιδικαστὴς στρατηγῷ Ὀξυρυγ χείτου χαίρειν. Ἀμμωνῖνον τὸν καὶ κιανον καὶ τὴν τούτου θεράπαιναν φρόντισον ἀποστεῖλαι εἰς τὸ δικαστήριον εἴσω ἡμερῶν εἴκοσι καθʼ ἃ ἠξίωσεν Μηνοδώ ρα ἐπικεκλημένη Σύρα διὰ τοῦ πάππου Σαβείνου συνβουλευτοῦ, μηδενὸς νεωτεριζομένου μέχρι τῆς παρʼ ἐμοὶ κρίσεως. ἔστωεἴστω μέντοι, ὅτι ἐὰν μὴ ἀφίκηται σὺν τῇ θεραπαίνῃ, ἀθετήσω ἃ παρήνεγκε κατὰ τῆς ἀφήλικος διαστολικὸν καὶ ἐνεχυρασίαν. καὶ γὰρ ὁ Σαβεῖνος παρέθετο, ἀποδόσεις τῷ Ἀμμωνίνῳ τοῦ πλείστου γεγονέναι καὶ νηκεναι. ἐρρῶσθαί σε εὔχομαι. ἔτους ιγ τοῦ κυρίου ἡμῶν Γαλλιηνοῦ Σεβαστοῦ Παχὼν κη τοῦ δὲ ὑπομνήματος· ὁ δεῖνα ὑπὲρ Αὐρηλίου Σαβείνου εἶπεν· Αὐρηλία Μηνοδώρα ἐπικεκλημένη Σύρα διὰ τοῦ πάππου κατὰ πατέρα Σαβείνου βουλευτοῦ πρεσβυτάτου τῆς λαμπροτά της πόλεως τῶν Ἀλεξανδρέων ἐντυγχάνει Ἀμμωνῖνος ὁ καὶ κιανος, βίαν οὐ τὴν τυχοῦσαν ἐργάσασθαι προελόμενος κατὰ τῆς ἀφήλικος νομίμων ἤρξατο ὠφληκότος γὰρ δὴ τοῦ πατρὸς υτος ἀπὸ λόγου οἴνου ἑκατὸν ἑξήκοντα τριῶν Ὀξυρυγχειτικῶν καὶ τοῦτον τὸν ἀριθμὸν ἔτι πάλαι πεπληρωκότος, ὑπομνήματα δέδωκεν Ὀξυρυγχειτικῶν ἑκατὸν ἑξήκοντα τριῶν τῷ ἐπιτρόπῳ τῆς υἱδῆςυἱῆς τοῦ παρόντος καὶ οὐ μόνῳ διαστολικῷ ἐχρήσατο ἀλλὰ καὶ ἐτελείωσεν τὰ περὶ αὐτὰ νόμιμα υδηται ἐν διαστολικῷ ἡ ἐνεχυρασία καὶ ἀριθμὸν ἐντάξαι αὐτὸ τὸ διαστολικὸν λύεται ἑκατὸν γὰρ ἀπων καὶ λοιπῶν ἑξήκοντα τριῶν ὄντων τῶν ὀφειλομένων δέον ὁμολογησα υ πεποιηκέναι ος οὕτως ἐτελείωσεν τὰ νόμιμαCross-references (3)
- TM-Text 19434 primary
- DDbDP-Text chrest.mitt;;75 tier-1
- HGV-Text 19434 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.