Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.mich.11.614
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Αὐρηλίωι Σαραπίωνι στρατηγῶι Ὀξυρυγχείτου παρὰ Αὐρηλίων Πατᾶ καὶ Κιαλῆ ἀμφοτέρων Παπονθεῦτος μητρὸς Κοπρίας ἀπʼ Ὀξυρύγχων πόλεως. οὗ ἐπόρισα ἐκ τοῦ καταλογείουκαταλογίου ὑπομνή ματος δημοσιώσεως χρηματισμοῦ ἐστιν ἀντίγραφον· ιος Τίτος ὁ καὶ Ἡρακλείδης ὁ ἱερεὺς καὶ ἀρχιδικαστὴς στρα τηγῷ Ὀξυρυγχείτου χαίρειν. τοῦ δεδομένου ὑπομνήματος ἀντίγραφον μεταδοθήτω. ἔρρωσο. ἔτους ϛγ Οὐαλεριανῶν καὶ Γαλλιηνοῦ Σεβαστῶν, γ. οἱ πρὸς τῇ διαλογῇ τῆς πόλεως διʼ ἐμοῦ Αὐρηλίου Χαιρήμονος σεσημείωνται. ίῳ Τίτῳ τῷ καὶ Ἡρακλείδῃ ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων παρὰ Αὐρηλίων Πατᾶτος καὶ Κιαλῆτος ἀμφοτέρων Παπονθεῦτος μητρὸς Κοπρίας ἀπʼ Ὀξυρύγχων πόλεως. τοῦ προειμένου τῷ κληρονομη θέντι ὑφʼ ἡμῶν πατρὶ ἡμῶν Αὐρηλίῳ Παπονθεῦτι δισσοῦ χειρογρά φου σὺν τῇ μετὰ τὸν χρόνον ὑπογραφῇ ἀντίγραφον ὑπόκειται Αὐρήλιος Ὧρος Παπονθεῦτος μητρὸς Διδύμης ἀπʼ Ὀξυρύγχων πόλεως Αὐ ρηλίῳ Παπονθεῦτι Ἀνικήτου μητρὸς Ταύριος ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἐσχηκέναι καὶ παραμεμετρῆσθαι παρὰ σοῦ πυροῦ γενήματος τοῦ διελθόντος δ ἔτους ἀρτάβας ἓξ ἥμισυ ἐπὶ διαφόρῳδιαφόρου κε φαλαίου τῶναι ἴσωνἰσαι γείνονται ἀρτάβαι δεκατρεῖς ἄνευ πάσης ὑπερ θέσεως καὶ εὑρησιλογίας. ἐὰν δὲ μὴ ἀποδῶ καθὰ γέγραμμαι, ἐκτείσω τὸ μὲν προκείμενον κεφάλαιον μεθʼ ἡμιολίας καὶ διάφορον τοῦ ὑπερπεσόντος χρόνου μέτρῳ παραλημπτικῷ Νεικία ἀγορανόμου ᾧ καὶ παρείληφα, γινομένηςγεινομένης σοι τῆς πράξεως ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθά περ ἐκ δίκης. κύριον τὸ χειρόγραφον δισσὸν γραφὲν πανταχῇ ἐπιφερόμενον καὶ παντὶ τῷ ὑπὲρ σοῦ ἐπιφέροντι. περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καλῶς γίνεσθαιγείνεσθαι ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ε Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Χοίακ η. Αὐρήλιος Ὧρος Παπονθεῦτος ἔσχον τὰς τοῦ πυροῦ ἀρτάβας ἓξ ἥμισυ ἐπὶ διαφόρῳ τῶναι ἴσωνἰσαι γείνονται ἀρτάβαι δεκατρεῖς , καὶ ἀποδώσω μέχρι τῆς προκειμένης προθεσμίας, μετρήσω δὲ ὡς πρόκειται. Αὐρήλιος Ἀνδρόνεικος χρηματίζων μητρὸς Φιλ ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. βουλόμενοι δὲ ἀπὸ τοῦ δισσοῦ χειρογράφου μοναχὸν ἐν δημοσίῳ γενέσθαι δίδομεν τῇ πόλει ἕνεκα τοῦ μοναχὸν δημοσιοῦσθαι τὰς ὁρισθείσας δραχμὰς ιβ καὶ τὸ ὑπὲρ τῆς δημοσιώσεως ὡρισμένον, καὶ ἀξιοῦμεν ἀ ναλαβόντας αὐτὸ παρὰ τοῦ διαπεσταλμένου ὑφʼ ἡμῶν Τιβερίου ου Διονυσίου ὑποκεχειρογραφημένον ὑπὸ αὐτοῦ περὶ τοῦ εἶναι τὴν μετὰ τὸν χρόνον ὑπογραφὴν ἰδιόγραφον τοῦ ὑπὲρ τοῦ Αὐρηλίου Ὥρου ἀγραμμάτου ὄντος ὑπογράψαντος Αὐρηλίου Ἀνδρονί κου συνκαταχωρίσαι αὐτὸ τῷδε τῷ ὑπομνήματι, τὸ μὲν αὐθεν τικὸν εἰς τὴν Ἁδριανὴν βιβλιοθήκην, τούτου δὲ τὸ ἴσον ὑπόμνη μα εἰς τὴν τοῦ Ναναίου, καὶ συντάξαι γράψαι τῷ τοῦ Ὀξυρυγχείτου νο μοῦ στρατηγῷ μεταδοῦναι τοῦδε τοῦ ὑπομνήματος ἀντίγραφον άψαντι ὅπως παρασχεῖν Αὐρήλιον Ὧρον εὐδοκοῦντα τῇ δημοσιώσει, ἵνα εἰδῇἰδῇ καὶ ποιήσηταί μοι τὴν ἀπόδοσιν τῶν τοῦ πυροῦ ἀρταβῶν ἓξ ἡμίσους καὶ τῶν τούτου διαφόρων καθὼς ἐπαγ γέλλω ἢ εἰδῇ χρησόμενόν με τοῖς ἑξῆς ἁρμόζουσι περὶ ἐνεχυ ρασίαςCross-references (3)
- TM-Text 21366 primary
- DDbDP-Text p.mich;11;614 tier-1
- HGV-Text 21366 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.