Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.mert.1.5

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Βοήθωι τῶν πρώτων φίλων καὶ στρατηγῶι τῆς Θηβαίδος παρὰ Βερενίκης τῆς Δωροθέου ἀστῆς τῶν ἀπὸ Πτο λεμαίδος. ἀδικουμένη ὑπʼ Ἀνδρονίκου τῶν τῆς αὐτῆς πόλεως κατοίκων ἱππέων ἐπέδωκα τῶι βασιλεῖ ἔντευξιν ὑπὲρ τοῦ, ὑπαρχούσης μοι γῆς πολιτικῆς, ἐωνημένης παρὰ Πανᾶ Ἀράτου Πανοπολίτου, γειτνιῶντα ἐκεῖνον ἐπιβε βηκέναι ἐπὶ μέρος τῆς ἐμῆς γῆς· ὁ δὲ ἀντέγραψεν ὁμο λογῶν γεωμετρηθῆναιγεομετρηθῆναι διʼ αὐτοῦ παρόντος τοῦ πολιτικοῦ γεωμέτρουγεομέτρου, ἀποβῆναι δὲ οὗ ἕνεκεν ἐνεδοι άζετο μέρουςσερους εἰς ἀρούρας ϛ. μετὰ ταῦτα κατέλαβον τὰ ὅρια μεθηρμένα καὶ ἠξίουν ἐξαποσταλῆναι αὐτὸν ἐπὶ σέ· πρὸς ὃ γραφέντος Ἀθάμαντι τῶι ἐπιστάτηι διαγνῶναι περὶ τῆς ἡμῶν καταστάσεως ἐπʼ αὐτοῦ ἐστάθην, ὁ δὲ προσέταξεν Τύ χωνι ἀποδιαστεῖλαί μοι τὴν γῆν· περικάμψαντος δὲ τοῦ ἀντιδίκου τοῦ ἑκουσίως τὸν ἀφορισμὸν ποιεῖσθαι, βου λόμενος ὁ Ἀθάμας μαθεῖν τὰ κατὰ τὴν ἐξέτασιν δεδηλωμένα ἔγραψεν τῶι Τύχωνι ἀνενεγκεῖν· ὃ καὶ δυσαπίστως ἐκεῖνος ἀνι εὶς ὡς ἂν μὴ ὄντων κατʼ αὐτὴν τῶν ὁρίων ἐπὶ τῆς γῆς καὶ μεθάρτων καίπερ ἐν ἔθει ὄντος ἐν τῶι λογιστηρίωι ἐξετάζειν τὰ ὅρια καὶ τὸ πλῆθος τῶν χαλασμάτων ἐάν τις δοκῆι ὁ δὲ ἀντί δικος οὐδεμίαν ἔχει γειτνιῶσανγιτνιῶσαν βασιλικὴν γῆν τοιοῦτοντουοῦτον γενέσθαι, ἀλλʼ ἐν περιχώματι ἄλλωι ἐκ τῆς γῆς αὐτοῦ οὔσης ἀρουρῶν κ γειτνιῶσάν μοι ἔχει ἐν μισθώσει ἐχομένην μου βασιλικὴν γῆν περὶ . τούτου οὖν παραβαίνοντος τὴν δεδομένην μοι κρίσιν ὡς εἴρηται καὶ παρορίζων τὴν βασιλικὴν γῆν ἐτάξατο τῶι θεῶι Σωτῆρι τὴν ἐξ ἔθους ἀπαρχὴνυπαρχην παρὰ τὴν παρατεθεμένην ἐν τῶι δημοσίωι ὠνήν μου. ἀξιῶ σε οὖν, ἐπειδὴ ἀεὶ διατελεῖς πᾶσι τὸ δίκαιον ἀπονέμων, συντάξαι ἀναγα γεῖν ἡμᾶς ἐπὶ σὲ καὶ ἂν ᾖ οἷα γράφω ἐπισκεφθέντα ἀληθῆ προσλαβόντα σὺν ἐμοὶ τὸν αὐτὸν Πανᾶν ἀναγκάσαι ἐκεῖνον ἐκπληροῦσθαι τὰ κατὰ τὴν σχοινουλκίαν ἀποδεδειγμένα ἢ ἐμοὶ ἀποδιασταλῆναι τὴν κατὰ τὴν κρίσιν δεδηλωμένην μου πολιτικὴν γῆν· τούτου γὰρ γενομένου ἔσομαι βεβοηθημένηβεβοιηθημένη.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.