no image
DDbDP-text
Tax Receipt via HGV-meta
Linked by Trismegistos ID
TM 11921.
Each record below describes this same artifact or text from a different angle.
[1]
ἔτους ιδ καὶ ιγ καὶ ϛ[…]κϛ. διέγραψεν
[…]θείας διατυπώσεως τοῦ αὐτοῦ
ἔτους[…] ὀγδοήκοντα
ἓξ[…]ηϛ.
[2]
ἔτους ιδ καὶ ιγ καὶ ϛ τῶν κυρίων ἡμῶν
Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ
Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων
Καισάρων Μεχεὶρ ιε. διέγραψεν […]γκοντουρης
ἀννώνης τῶν[…]κατὰ κέλευσιν τοῦ
διασημοτάτου καθολικοῦ Αὐρηλίου Ἀσκληπιάδου
ὑπὲρ Κώμης Ἱερᾶς δραχμὰς ἑκατὸν ἑξήκοντα τέσσαρας καὶ κριθοπύρου
μέτρα ἓξ καὶ τὰ συμβολικά, διʼ ἐμοῦ Ἀφροδισίου,
ὁμοίως Παχὼν ϛ διέγραψεν ὁ αὐτὸς […]…ης ἄλλας ια ,
γίνονται ἀργυρίου δραχμαὶ ἑκατὸν ἑβδομήκοντα ἕξ, γίνονται δραχμαὶ ροϛ.
[3]
Αὐρήλιοι Ἀκοῦς καὶ Θιεῦς ἔσχαμεν
τοὺς ὀβολοὺς καὶ τὰ ἀργυρικὰ, διὰ
ἐμοῦ Ἑρμ, σεσημείωμαι.
[4]
ἔτους ιδ καὶ ιγ καὶ ϛ τῶν κυρίων ἡμῶν
Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν
καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ ἐπιφανεστάτων Καισάρων, Φαμενὼθ ι.
διέγραψεν Ἰσίδωρος τιμῆς πυροῦ ἔτους ιβ καὶ ια
καὶ δ Κώμης Ἱερᾶς δραχμὰς τετρακοσίας,
γίνονται δραχμαὶ υ. διὰ τῶν ἀπαιτητῶν.
[5]
ἔτους ιδ καὶ ιγ καὶ ϛ τῶν κυρίων ἡμῶν
Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν
καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων, Ἐπεὶφ α.
διέγραψεν Σαραπίων Ὀννώφρεως διὰ Ἰσιδώρου
ὑπὲρ διατυπώσεως ὁριοδεικτίας Καρανίδος
δραχμὰς χιλίας, γίνονται δραχμαὶ Α. διʼ ἐμοῦ
Παήσιος καὶ ἑτέρου Παήσιος ἀπαιτητῶν.
καὶ ὁ αὐτὸς διέγραψεν ἄλλας δραχμὰς δισχιλίας
τετρακοσίας, γίνονται δραχμαὶ Βυ. διὰ Παήσιος καὶ ἑτέρου
Παήσιος ἀπαιτητῶν. Αὐρήλιος Πελήνιος σεσημείωμαι.
[6]
καὶ κζ διέγραψεν ὁ αὐτὸς ἄλλας
δραχμὰς χιλίας ἐνακοσίας
τεσσαράκοντα, γίνονται δραχμαὶ Αϡμ.
διὰ Παήσιος καὶ ἑτέρου Παήσιος
ἀπαιτητῶν. Αὐρήλιος Πελήνις σεσημείωμαι.
διʼ ἐμοῦ Ἀχιλλᾶς δραχμὰς ψ.
Ἁθὺρ ιϛ διέγραψεν ὁ αὐτὸς δραχμὰς
τριακοσίας, γίνονται δραχμαὶ τ. Αὐρήλιος Παῆσις σεσημείωμαι.
Αὐρήλιος Ἀχιλλᾶς ὁ καὶ Νιλίων.
[7]
ιδ ἔτους καὶ ιγ ἔτους καὶ ϛ ἔτους, Μεσορὴ κϛ.
διέγραψεν Ἰσιδωρος καὶ οἱ ἀδελφοὶ
ὑπὲρ θείας διατυπώσεως
δραχμὰς τριακοσίας εἴκοσι, δραχμὰς τκ,
καὶ κρέως λίτρας δύο . διὰ Ἀχιλλᾶ
καὶ Ἀβὸκ καὶ Σαραπίωνος καὶ
Ἀραβικοῦ ἀπαιτητῶν.
[8]
ἔτους ιε καὶ ιδ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ
καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ζ ἔτους τῶν κυρίων ἡμῶν
Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων
Φαῶφι κζ. Αὐρήλιος Δίδυμος γυμνασιαρχήσας δεκάπρωτος πρώτης ἕκτης τοπαρχιῶν Ἡρακλείδου
μερίδος· ἐμετρήθησάν μοι ἐν θησαυρῷ κώμης Καρανίδος
μέτρῳ δημοσίῳ ξυστῷ γενημάτων ιδ ἔτους καὶ ιγ ἔτους καὶ ϛ ἔτους θείας διατυπώσεως
ὀνόματος Πτολεμαίου Πανκράτους διὰ Ἰσιδώρου πυροῦ καθαροῦ ἀρτάβας τρεῖς, γίνονται πυροῦ ἀρτάβαι γ. Αὐρήλιος Ἥρων σεσημειωμαι.
[9]
ἔτους ιε καὶ ιδ καὶ ζ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ
καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ
τῶν ἐπιφανεστάτων Καισάρων Παχὼν θ. διέγραψεν
Ἡρᾶς Πτολεμαίου θείας διατυπώσεως ὑπὲρ ὁριοδεικτίας
Καρανίδος ιε ἔτους καὶ ιδ ἔτους καὶ ζ ἔτους διὰ Πτολλᾶ καὶ Πλῆϊν καὶ
Σαβίνου καὶ Παρήους ἀπαιτητῶν ἀργυρίου δραχμὰς
τάλαντον ἓν καὶ δραχμὰς ἑξακοσίας, γίνονται τάλαντον α δραχμαὶ χξ.
Αὐρήλιος Πτολλᾶς σεσημείωμαι.
[10]
ἔτους ιε καὶ ιδ καὶ ζ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ
καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ
τῶν ἐπιφανεστάτων Καισάρων Μεσορὴ ι. Αὐρήλιος Ὡρίων
βουλευτὴς καὶ κληρονόμοι Σαρμάτου διὰ Φιλωτᾶ ἀμφότεροι δεκάπρωτοι τοπαρχιῶν Ἡρακλείδου
μερίδος· ἐμετρήθησαν ἡμῖν ἐν θησαυρῷ κώμης Καρανίδος ὑπὲρ ὁριοδεικτίας Κερκεσούχων
ὑπὲρ γενημάτων ιε ἔτους καὶ ιδ ἔτους καὶ ζ ἔτους ὀνόματος Ἰσιδώρου Πτολεμαίου πυροῦ
καθαροῦ ἀρτάβαι τεσσεράκοντα πέντε, γίνονται πυροῦ ἀρτάβαι με, καὶ ὀνόματος Σαραπίωνος
Ὀννώφρεως πυροῦ ἀρτάβη μία τρίτον, γίνεται ἀρτάβη α γ. Αὐρήλιος Ὡρίων σεσημείωμαι.
Αὐρήλιος Φιλωτᾶς σεσημείωμαι.
[11]
ἔτους ιϛ καὶ ιε καὶ η τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ
καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ
τῶν ἐπιφανεστάτων Καισάρων Παῦνι ιδ. διέγραψεν
Ἰσίδωρος Πτολεμαίου Θείας διατυπώσεως ιϛ ἔτους καὶ ιε ἔτους καὶ η ἔτους ὁριοδεικτίας Καρανίδος
δραχμὰς τετρακισχιλίας διακοσίας, γίνονται δραχμαὶ Δσ. Ὡρίων σεσημείωμαι.
Αὐρήλιος Φιλωτᾶς σεσημείωμαι. καὶ Χοιὰκ ιε δραχμὰς δισχιλίας,
γίνονται δραχμαὶ Β. Ὡρίων σεσημείωμαι. καὶ Μεχεὶρ κ διέγραψεν ὁ αὐτὸς
δραχμὰς φξ καὶ εἰς τρίτην διατύπωσιν δραχμὰς Γτ καὶ φακοῦ μέτρα ϛ. Φιλωτᾶς σεσημείωμαι. Ὡρίων σεσημείωμαι.
καὶ Μεχεὶρ ιβ ἄλλας δραχμὰς τρισχιλίας
διακοσίας ἑξήκοντα, γίνονται δραχμαὶ Γσξ. Φιλωτᾶς σεσημείωμαι.
[12]
καὶ Παχὼν δ διέγραψαν ὁ αὐτὸς
καὶ ὁ ἀδελφὸς δευτέρας καὶ
τρίτης διατυπώσεως
τετρακισχιλίας ὀκτακοσίας
ὀγδοήκοντα ὀκτὼ, γίνονται δραχμαὶ Δωπη.
Ὡρίων σεσημείωμαι.
[13]
ἔτους ιϛ καὶ ιε καὶ η τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ
Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων Ἐπεὶφ κθ
Αὐρήλιος Ὡρίων καὶ κληρονόμοι Σαρμάτου διὰ Φιλωτᾶ δεκάπρωτοι τετάρτης πέμπτης τοπαρχιῶν Ἡρακλείδου
μερίδος ἐμετρήθησαν
ἡμῖν ἐν θησαυρῷ ὁριοδεικτίας Καρανίδος ὑπὲρ θείας διατυπώσεως γενημάτων τοῦ αὐτοῦ ιϛ καὶ ιε ἔτους καὶ η ἔτους
ὀνόματος Ἰσιδώρου Πτολεμαίου πυροῦ καθαροῦ ἀρτάβας τεσσαράκοντα τέσσαρας τέταρτον,
γίνονται πυροῦ ἀρτάβας καθαρὰς μδ δ καὶ τὰς ἑκατοστὰς κριθῆς ἀρτάβας δέκα ἥμισυ, γίνονται κριθῆς ἀρτάβας ι 𐅵,
καὶ ὀνόματος Ἡρᾶ Πτολεμαίου γενημάτων τοῦ αὐτοῦ ιϛ καὶ ιε ἔτους καὶ η ἔτους πυροῦ καθαροῦ ἀρτάβας
εἴκοσι δύο ἥμισυ τρίτον, γίνονται πυροῦ ἀρτάβας καθαρὰς κβ 𐅵 γ καὶ τὰς ἑκαστοστὰς
καὶ ὑπὲρ γενημάτων ιε ἔτους καὶ ιδ ἔτους καὶ ζ ἔτους πυροῦ καθαροῦ ἀρτάβας εἴκοσι μίαν τέταρτον, γίνονται πυροῦ ἀρτάβας κα δ
καὶ τὰς ἑκαστοτὰς κριθῆς ἀρτάβης ἥμισυ γίνεται κριθῆς ἀρτάβης 𐅵.
[14]
ἔτους ιζ καὶ ιϛ καὶ θ Χοιὰκ λ. διέγραψε Θαῆσις
Κοπρῆ διὰ Ἡρᾶτος ὑπὲρ κώμης Πτολεμαίδος Νέας
θείας διατυπώσεως τοῦ αὐτοῦ ἔτους δραχμὰς
διακοσίας ἑξήκοντα ὀκτώ, γίνονται δραχμαὶ σξη.
διὰ Ἀᾶτος καὶ Ὧρου ἀπαιτητῶν.
ἔτους ιζ καὶ ιϛ καὶ ἐνάτου ἔτους Τῦβι ι.
διέγραψεν Ἡρωὶς Χαιρήμονος ὑπὲρ τοῦ
αὐτοῦ ἔτους κώμης Καρανίδος δραχμὰς χιλίας
τριακοσίας, γίνονται δραχμαὶ Ατ. διὰ Πεηοῦ καὶ Ἀντωνίου ἀπαιτητῶν.
[15]
ἔτους ιϛ καὶ ιε καὶ η Μεσορὴ ιζ. διέγραψεν
Ἰσίδωρος Πτολεμαίου ὑπὲρ τετάρτης διατυπώσεως ὁριοδεικτίας Καρανίδος, τάλαντον ἓν
καὶ δραχμὰς χιλίας ἑξήκοντα, γίνονται τάλαντον α δραχμαὶ Αξ.
καὶ ὑπὲρ ὀνόματος Ἡρᾶ Πτολεμαίου ὑπὲρ τῆς
αὐτῆς διατυπώσεως ὁριοδεικτίας Καρανίδος
δραχμὰς δισχιλίας ἑπτακοσίας τριάκοντα δύο, γίνονται Βψλβ.
[16]
ἔτους ιϛ καὶ ιε καὶ η Ἐπεὶφ ιδ. διέγραψεν Ἡρωὶς Χαιρήμονος
τετάρτης θείας διατυπώσεως δραχμὰς τριακοσίας, γίνονται δραχμαὶ τ, ὑπὲρ κώμης Καρανίδος,
καὶ ιζ ἔτους καὶ ιϛ ἔτους και θ ἔτους Χοιὰκ ε διέγραψεν Ἰσίδωρος
Πτολεμαίου καὶ Ἡρᾶς ἀδελφὸς τιμῆς πυροῦ ιγ ἔτους καὶ ιβ ἔτους
καὶ ε ἔτους, καὶ θείας διατυπώσεως ιδ ἔτους καὶ ιγ ἔτους καὶ ϛ ἔτους ἀργυρίου
τάλαντον ἓν καὶ δραχμὰς τρισχιλίας ὀκτακοσίας, γίνονται τάλαντον α δραχμαὶ Γω. Ἀνδρείας σεσημείωμαι.
Αὐρήλιος Φιλωτᾶς σεσημείωμαι.
[17]
ἔτους ιϛ καὶ ιε καὶ η τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν
καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων Θὼθ ιε. Αὐρήλιος
Δίδυμος γυμνασιαρχήσας βουλευτὴς δεκάπρωτος πρώτης ἕκτης τοπαρχιῶν Ἡρακλείδου μερίδος· ἐμετρήθησαν ἐν θησαυρῷ κώμης Καρανίδος
ὑπὲρ τῆς αὐτῆς κώμης μέτρῳ δημοσίῳ ξυστῷ ὑπὲρ τοῦ διεληλυθότος ιε ἔτους καὶ ιδ ἔτους καὶ ζ ἔτους ὑπὲρ θείας διατυπώσεως
ὀνόματος Πτολεμαίου Πανκράτους διὰ Ἰσιδώρου πυροῦ καθαραὶ ἀρτάβαι τρεῖς, γίνονται ἀρτάβαι γ. Αὐρήλιος
Δίδυμος γυμνασιαρχήσας δεκάπρωτος σεσημείωμαι.
[18]
ἔτους ιε καὶ ιδ καὶ ζ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ
καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ
τῶν ἐπιφανεστάτων Καισάρων Μεσορὴ ιδ. Αὐρήλιος Ὡρίων βουλευτὴς
καὶ κληρονόμοι Σαρμάτου διὰ Φιλωτᾶ ἀμφότεροι δεκάπρωτοι τετάρτης πέμπτης τοπαρχιῶν Ἡρακλείδου μερίδος·
ἐμετρήθησαν ἡμῖν ἐν θησαυρῷ κώμης Καρανίδος ὑπὲρ ὁριοδεικτίας Κερκεσούχων ὑπὲρ γενημάτων ιε ἔτους
καὶ ιδ ἔτους καὶ ζ ἔτους ὀνόματος Σερηνίλλας πυροῦ καθαροῦ ἀρτάβαι δύο ἥμισυ
τρίτον, γίνονται ἀρτάβαι β 𐅵 γ. Αὐρήλιος Ὡρίων σεσημείωμαι. Αὐρήλιος
Φιλωτᾶς σεσημείωμαι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.