no image
DDbDP-text
Receipts for Various Taxes via HGV-meta
Linked by Trismegistos ID
TM 10372.
Each record below describes this same artifact or text from a different angle.
[1]
[… 3 lines lost …]
δραχμὰς χιλίας καὶ[…]
διὰ Μέλανος καὶ Σερήνου ἀπαιτητῶν.
ἔτους ιθ καὶ ιη καὶ ια Ἐπεὶφ κ διέγραψεν
Παλήμων Πτολεμαίου θείας διατυπώσεως δραχμὰς τριακοσίας,
δραχμὰς τ, διὰ Μέλανος καὶ Σερήνου ἀπαιτητῶν.
ὁ αὐτὸς διέγραψεν τιμῆς καμήλου καὶ βοὸς δραχμὰς ἑκατὸν πλήρης, διὰ
τῶν αὐτῶν ἀπαιτητῶν
[2]
ἔτους ιθ καὶ ιη καὶ ια τῶν κυρίων ἡμῶν
Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν
καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν
ἐπιφανεστάτων Καισάρων, Ἁθὺρ δ.
διέγραψεν ἡμῖν Παλήμων Πτολεμαίου
θείας διατυπώσεως α πρὸ Καλενδῶν
Ἰουνίων τοῦτʼ ἔστιν Παῦνι ϛ
ὑπατείας τῶν δεσποτῶν ἡμῶν
Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν
ἐπιφανεστάτων Καισάρων τὸ δ
κώμης Καρανίδος ἀργυρίου τάλαντον
ἓν δραχμὰς τετρακοσίας, γίνονται τάλαντον α δραχμαὶ υ,
διὰ Σερήνου καὶ Μέλανος ἀπαιτητῶν,
καὶ τιμῆς καμήλου καὶ βοὸς δραχμὰς χιλίας
ἑκατόν, γίνονται δραχμαὶ Αρ πλήρης, διὰ τῶν αὐτῶν ἀπαιτητῶν.
[3]
ἔτους ιη καὶ ιζ καὶ ι τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ
Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν
ἐπιφανεστάτων Καισάρων, Παῦνι κ ἕως Μεσορὴ[…]
Αὐρήλιοι Κοπρῆς καὶ Κάσιος καὶ οἱ κοινωνοὶ σιτολόγοι κώμης Καρανίδος
ἐμετρήθημεν ἐν θησαυρῷ τῆς αὐτῆς κώμης ὑπὲρ γενήματος ιη ἔτους καὶ ιζ ἔτους καὶ ι ἔτους καὶ
ιζ ἔτους καὶ ιϛ ἔτους καὶ ἐνάτου ἔτους μέτρῳ δημοσίῳ ξυστῷ ὀνόματος Παλήμωνος Πτολεμαίου πυροῦ ἀρτάβας ἐνενήκοντα καὶ
τὰς ἑκατοστάς, γίνονται πυροῦ ἀρτάβαι ϙ. Αὐρήλιος Κάσιος σεσημείωμαι γ…[…]… τῶν κοινωνῶν.
Ἀχιλλᾶς σεσημείωμαι. καὶ ὁμοίως ἐμετρήθημεν ἄλλας πυροῦ ἀρτάβας δεκαοκτὼ ἥμισυ τέταρτον καὶ τὰς δ…[…]
καὶ ιθ ἔτους καὶ ιη ἔτους καὶ ια ἔτους Τῦβι κδ καὶ κε διέγραψεν ὁ αὐτὸς Παλήμων γενήματος ιζ ἔτους καὶ ιϛ ἔτους καὶ θ ἔτους
διὰ σιτολόγων κώμης Καρανίδος τάλαντα δύο, γίνεται τάλαντα β. Αὐρήλιος Κάσιος σεσημείωμαι.
καὶ Μεχεὶρ ιβ διέγραψεν ὁ αὐτὸς ἄλλα τάλαντα δύο, γίνεται τάλαντα β. Αὐρήλιος Κάσιος σεσημείωμαι. Αὐρήλιος Κοπρῆς σεσημείωμαι.
καὶ κ ἔτους καὶ ιθ ἔτους καὶ ιβ ἔτους Φαῶφι λ διέγραψεν ὁ αὐτὸς τιμῆς πυροῦ ιη
ἔτους καὶ ιζ ἔτους καὶ ι ἔτους τάλαντον ἕν, γίνεται τάλαντον α. Κάσιος σεσημείωμαι.
καὶ Χοιὰκ κδ διέγραψεν ὁ αὐτὸς διὰ Παησίουσιτολόγου ἄλλα τάλαντα δύο, γίνεται τάλαντα β. Κάσιος σεσημείωμαι.
[4]
ἔτους κ καὶ ιθ καὶ ιβ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ
Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ
τῶν ἐπιφανεστάτων Καισάρων, Μεχεὶρ ιζ ἕως ……
διέγραψεν Παλήμων Πτολεμαίου τιμῆς οἴνου καὶ διατυπώσεως
ἐπινεμήσεων τῶν ἀπὸ ιδ ἔτους ἕως ιϛ ἔτους ὑπὲρ κώμης Καρανίδος
τάλαντα πέντε καὶ δραχμὰς πεντακισχιλίας ἑπτακοσίας, γίνονται τάλαντα ε δραχμαὶ Εψ,
διὰ Παησίου καὶ Κοπρῆ καὶ τῶν κοινωνῶν ἀπαιτητῶν. Αὐρήλιος Ἀχιλλᾶς ἔγραψα
ὑπὲρ αὐτῶν ἀγραμμάτων.
[5]
ἔτους ιθ καὶ ιη καὶ ια τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ
Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν
ἐπιφανεστάτων Καισάρων, Ἐπεὶφ η. Αὐρήλιοι Σ[…]καὶ Κάσιος καὶ
οἱ κοινωνοὶ σιτολόγοι κώμης Καρανίδος ἐμετρήθημεν ἐν θησαυρῷ τῆς αὐτῆς κώμης
μέτρῳ δημοσίῳ ξυστῷ ὑπὲρ γενήματος τοῦ αὐτοῦ ιθ ἔτους καὶ ιη ἔτους καὶ ια ἔτους ὀνόματος
Παλήμωνος Πτολεμαίου πυροῦ καθαροῦ ἀρτάβας […]κοντα καὶ
τὰς ἑκατοστάς, πυροῦ ἀρτάβας […], φακοῦ ἀρτάβης ἥμισυ . Αὐρήλιος […]ης σεσημείωμαι.
[6]
Αὐρήλιοι Κόμων καὶ Ἀιῶν ἀπαιτηταὶ
κώμης Καρανίδος γενήματος ιη ἔτους καὶ ιζ ἔτους καὶ ι ἔτους
Αὐρηλίῳ Κοπρῇ Παλήμωνος Πτολεμαίου.
ἔσχαμεν παρὰ σοῦ τὰ ἐπιβάλλοντά σοι
μέρη κρέως καὶ μέρη πλίνθου ὑπὲρ τῆς
ἀβρόχου ἐπινεμήσεως ὑπὲρ
τοῦ αὐτοῦ ἔτους πλήρης.
ἔτους κα καὶ ιγ Φαρμοῦθι ϛ.
[7]
ἔτους κ καὶ ιβ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ
τῶν ἐπιφανεστάτων Καισάρων ἀπὸ[…] κη ἕως Μεσορὴ κ.
Αὐρήλιοι Πλήειν καὶ Σερῆνος καὶ οἱ κοινωνοὶ σιτολόγοι κώμης
Καρανίδος ἐμετρήθησαν ἡμῖν ἐν θησαυρῷ τῆς αὐτῆς
κώμης μέτρῳ δημοσίῳ ξυστῷ ὑπὲρ γενήματος
τοῦ αὐτοῦ ἔτους κ καὶ ιβ ὀνόματος Παλήμωνος
Πτολεμαίου πυροῦ καθαροῦ ἀρτάβας ἑβδομήκοντα δύο, πυροῦ ἀρτάβας οβ, καὶ φακοῦ ἀρτάβην μίαν, ἀρτάβην α, καὶ
κριθῆς ἀρτάβας δέκα, ἀρτάβας ι.
κα ἔτους καὶ ιγ ἔτους, Παῦνι κθ. διέγραψεν ὁ αὐτὸς τιμῆς
[…]ου τοῦ αὐτοῦ ἔτους δραχμὰς τρισχιλίας, δραχμὰς Γ, καὶ Ἐπεὶφ κθ
λαχανοσπέρμου ἀρτάβης ἡμισείας […] δραχμὰς δισχιλίας, δραχμάς Β.
Αὐρήλιος Ἀχιλλᾶς σεσημείωμαι.
[8]
καὶ τῇ αὐτῇ ἡμέρᾳ ἄλλας δραχμὰς χιλίας […]
[…]κοντα […] Αὐρήλιος Ἀχιλλᾶς σεσημείωμαι.
Αὐρήλιοι Πελῆνις καὶ Ἀιῶν καὶ Α…[…]καὶ
οἱ κοινωνοὶ σιτολόγοι κώμης Καρανίδος Αὐρηλίῳ Παλήμωνι χαίρειν.
διέγραψας ἡμῖν ὑπὲρ τιμῆς πυροῦ κ ἔτους καὶ
ιθ ἔτους καὶ ιβ ἔτους τάλαντον ἓν καὶ δραχμὰς
πεντακοσίας, τάλαντον α δραχμὰς φ. Αὐρήλιος[…]
ἔγραψα ὑπὲρ τῶν κοινωνῶν[…]
[9]
Αὐρήλιοι Διόσκορος διʼ ἐμοῦ τοῦ Πτολεμαίου καὶ Εὐδαίμων Δούλου ἀπαιτηταὶ γενήματος η ἔτους καὶ ϛ ἔτους καὶ δ ἔτους κώμης Κερανίδος
Αὐρηλίῳ Παλήμωνι Πτολεμαίου χαίρειν. παρελάβαμεν παρὰ σοῦ διὰ Κοπρῆ κρέως λίτρας
[…]τεσσεράκοντα, γίνονται λίτραι[…]μ.
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Φλαουίου Οὐαλερίου
Κωνσταντίνου καὶ Λικιννίου Λικιννιανοῦ Σεβαστοῦ
τὸ β[…]
[10]
[…]
[…] καὶ Δημήτριος Πτολεμαίου
καὶ Παήσιος[…] ἀμφότεροι σιτολόγοι κώμης
Καρανίδος καὶ ὁριοδεικτίας Αὐρηλίῳ Κοπρῆτι Παλήμωνος
χαίρειν. ἐμετρήθημεν ἐν θησαυρῷ τῆς προκειμένης κώμης
Καρανίδος μέτρῳ δημοσίῳ μοδίῳ ξυστῷ ὑπὲρ γενήματος η ἔτους καὶ ϛ ἔτους καὶ δ ἔτους
πυροῦ σὺν ἑκατοσταῖς ι ἀρτάβας πεντήκοντα τέσσαρας, ἀρτάβας νδ,
καὶ κριθῆς ἀρτάβας δεκαεννέα ἥμισυ τέταρτον, ἀρτάβας ιθ 𐅵 δ,
καὶ τὸ δηνάριον ἑκάστου μοδίου.
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Φλαυίου Οὐαλερίου
Κωνσταντίνου καὶ Λικκιννιανοῦ Λικκιννίου Σεβαστῶν
τὸ β, Μεσορὴ κβ. Κοπρῆς ἔγραψα ὅλα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.