no image
DDbDP-text
Volkszählungs - Eingabe aus der Metropole Arsinoe via HGV-meta
Linked by Trismegistos ID
TM 11963.
Each record below describes this same artifact or text from a different angle.
Μαξίμωι στρατηγῶι Ἀρσινοείτου Ἡρακλείδου μερίδος καὶ Ἡρακλείδηι βασιλικῷ γραμματεῖ τῆς αὐτῆς μερίδος καὶ Σαβείνῳ καὶ Ἀντωνείνῳ γραμματεῦσι
μητροπόλεως καὶ τῷ δεῖνι καὶ Πτολεμαίῳ καὶ Σαραπίωνι λαογράφοιςκαὶ Ἀπίωνι ἀμφοδάρχῃ ἀμφόδου Διονυσίου Τόπων
παρὰ[…] μο…ος ἀναγραφομένου ἐπʼ ἀμφόδου Χηνοβοσκίων Πρώτων διὰ φροντιστοῦ Ἀφροδεισίου Φιλίππου. …π[…]…ου …[…] κ…[…]
[…]ένου· ὑπάρχειμοι ἐν τῇ μητροπόλει ἐπʼ ἀμφόδου Μακεδόνων ὄγδοον μέρος οἰκίας καὶ αἰθρίου καὶ αὐλῆς, ἐν ᾧ ἀπογράφομαι εἰς
τὴν τοῦ διεληλυθότος θ ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφὴν ἐπʼ ἀμφόδου Διονυσίου Τόπων, ἐφʼ οὗ καὶ τῇ τοῦ ιϛ ἔτους θεοῦ Ἁδριανοῦ κατʼ οἰκίαν ἀπογραφῇ
ἀπεγραψάμην, τοὺς ὑπογεγραμμένους ἐνοίκους, Χάρητα Ἀταρίου τοῦ Διονυσίου μητρὸς Χαρειτίου τῆς Ἀφροδεισίου κάτοικον τῶν Ϛυοε ὑπερετῆ ἐτῶν ξγ ἄσημον καὶ τὴν
τούτου γυναῖκα οὖσανὁμοπάτριον ἀδελφὴν Ἡροίδα μητρὸς Τερτίας τῆς Διδύμου θυγατρὸς κατοίκου ἀπογεγραμμένην τῷ ιϛ ἔτους θεοῦ Ἁδριανοῦ ἐπὶ
τοῦ αὐτοῦ ἀμφόδουΔιονυσίου Τόπων ἐτῶν μα ἄσημον καὶ ἀμφοτέρων τέκνα Ἀταρίαν ἐτῶν κα ἄσημον ἐπικεκριμένον ἐν κατοίκοις καὶ τὴν τούτου γυναῖκα οὖσαν αὐτοῦ
ὁμοπάτριον καὶ ὁμομήτριον ἀδελφὴν Ἀθηνάριον ἐτῶν ιγ ἄσημον καὶ Χαρίτιον τὴν καὶ Θεοδότην θυγατέρα τοῦ Χάρητος ἐτῶν ια ἄσημον καὶ Διδύμην ἄλλην θυγατέρα
τοῦ Χάρητος ἐτῶν[…]ἄσημον καὶ[…] Διοσκόρου μητρὸς Ῥοδοῦτος τῆς Διοσκόρου ἐπικεκριμένον ἰδιώτην λαογραφούμενον ἐτῶν μ ἄσημον καὶ τοῦ Ἀφροδεισίου δουλικὰ σώματα,
[…]ἐτῶν[…]ἄσημον καὶ ταύτηςἔγγονα Πασίωνα τὸν διὰ λόγων Εὐτυχῆ ἐτῶν κ ἄσημον καὶ Ἅρπαλον τὸν διὰ λόγων Νικηφόρον ἐτῶν ιη ἄσημον καὶ Ἡροίδα ἐτῶν η ἄσημονκαὶ
[…]ἄλλην δούλην ἐτῶν[…] ἄσημον καὶ Ἰσιδώραν τὴν καὶ Ἡδίστην ἄλλην δούλην ἐτῶν κγ ἄσημον καὶ ταύτης ἔγγονον Ἀφροδοῦν τὴν καὶ Παρινοῦν ἐτῶν ϛ ἄσημον
καὶ[…]ἄλλην δούλην ἐτῶν[…]ἄσημον, ἃ ἀπογέγραπταιτῶι ιϛ ἔτει ὑπὸ τῶν τέκνων Φιλίππου καὶ Χαριτίου. διὸ ἐπιδίδωμι. κατεχωρίσθη στρατηγῷ ἔτους ι Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Ἐπεὶφ ιδ.
κατεχωρίσθη βασιλικῷ γραμματεῖ ἔτους ι Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Ἐπεὶφ ιδ. κατεχωρίσθη γραμματεῦσι πόλεως Ἐπεὶφ ιδ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.