Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.mich.11.604
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ὁμολογοῦσιν ἀλλήλοις Αὐρήλιοι Σαραπάμμων ὁ καὶ Διονύσιος Θέωνος τοῦ καὶ Δημητρίου καὶ Ἀφύγχις ὁ καὶ Κορνήλιος Ἀφύγχιος τοῦ Ἀφύγχιος ἀμφότεροι ἀπʼ Ὀξυρύγχων πόλεως, ἀναδοθέντες τῷ ἐνεστῶτι ἔτει ὑπὸ τοῦ τῆς ε φυλῆς γ περιόδου ἀμφοδογραμματέως εἰς σιτολογίανσειτολογίαν ἀπηλιώτου τοπαρχίας κώμης Φθώχεως, διὰ τοῦ τούτων ἐνγυητοῦ Αὐρηλίου Σατορνίλου τοῦ καὶ Θέωνος Θέωνος ἀπὸ τῆς αὐτῆς πόλεως, καὶ Αὐρήλιος Οὐαλέριος Σαρα πάμμωνος μητρὸς Μαρκίας Εὐδαιμονίδος ἀπὸ τῆς αὐτῆς πόλεως, οἱ μὲν περὶ τὸν Σαραπάμμωνα τὸν καὶ Διονύσιον διὰ τοῦ προτεταγμένου αὐτῶν ἐνγυητοῦ Σατορνίνου τοῦ καὶ Θέωνος ἀποσυνεστακέναι τὸν Οὐαλέριον εἰς τὴν γραμμα τείαν τῆς προκειμένης σιτολογίαςσειτολογίας ἐπὶ τῷ τὸν αὐτὸν Οὐαλέριον τὴν παράλημψιν ποιήσεσθαι παντὸς τοῦ μετρουμένου ἐπὶ τῆς αὐτῆς σιτολογίαςσειτολογίας δημοσίου πυροῦ ἐκδιδόντα τοῖς μετροῦσι διαστολὰς καὶ θέματα καὶ ὑπα κοῦσαι τῷ τοῦ νομοῦ στρατηγῷ καθʼ ἕκαστον μηνιαῖ ον ἐπιδιδόντα τοῦ ὑπʼ αὐτοῦ παραλαμβανομένου πυροῦ τὰ συναιρέματα, ἔτι δὲ παραδῶναι τοῖς ἐπιστελλομέ νοις ναυκλήροις πάντα τὸν ὑπʼ αὐτοῦ σημαινόμενον πυρὸν λαμβάνοντα τὰς συνήθεις ἀποχάς, ὁ δὲ Οὐ αλέριος ἐντεῦθεν εὐπειθὴς γενόμενος περί τε σαλα ρίου καὶ πάντων ἀναλωμάτων εὐδοκεῖν ἐπὶ τοῦ τοις καὶ ἕκαστα ποιήσειν ὡς ἐπάνω δεδήλωται, οὐκ ἐξόντος οὐδενὶ τῶν ὁμολογούντων παραβαί νειν τὰ προκείμενα. περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καλῶς γίνεσθαιγείνεσθαι ἑαυτοὺς ἐπερωτήσαντες ὡμολόγησαν. ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Παῦνι ϛ. ΣαραπάμμωνΣαραπάμων ὁ καὶ Διονύσιος ΘέωνοςΘεων καὶ ΚορνήλιοςΚορνηλις ὁ καὶ Ἀφύγχιος Ἀεῖτος διʼ ἐμοῦ Αὐρηλίου ΣατορνείλουΣατορνεῖλος ἀποσυν εστήσαμενἀποσυνεστησα τὸν Αὐρήλιον Οὐαλέριον ἐπὶ πᾶσι τοῖς προκειμένοιςπροκειμνοις εὐδοκοῦντος αὐτοῦ.Cross-references (3)
- TM-Text 21360 primary
- DDbDP-Text p.mich;11;604 tier-1
- HGV-Text 21360 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.