Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.mich.12.636rpdupl

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους ιη Αὐτοκράτορος Καίσαρος Γαίου Αὐρηλίου Οὐαλερίου Διοκλητιανοῦ καὶ ἔτους ιζ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Οὐαλερίου Μαξιμιανοῦ Γερμανικῶν Μεγίστων Σαρματικῶν Μεγίστων Περσικῶν Μεγίστων Βρεταννικῶν Μεγίστων Καρπικῶν Μεγίστων Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν και ἔτους ι τῶν κυρίων ἡμῶν Φλαουίου Οὐαλερίου Κωνσταντίου καὶ Γαλερίου Οὐαλερίου Μαξιμιανοῦ Περσικῶν Μεγίστων Βρεταννικῶν Μεγίστων Καρπικῶν Μεγίστων τῶν ἐπιφανεσ τάτων Καισάρων μηνὸς ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Αυρήλιος Ἀτίσιος Ἁτρῆ μητρὸς Θαλλοῦτος ἀπὸ κώμης Καρανίδος ὡς ἐτῶν ἑξήκοντα οὐλὴ κάτωθεν γόνατος ω Αὐρηλίῳ Ἥρωνι Ἄπωνος μητρὸς ἀπὸ τῆς αὐτῆς κώμης ὡς ἐτῶν οὐλὴ δεξιᾷ παρακεχωρηκέναι τὸν Ἀτίσιον τῷ Ἥρωνι ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὰς ὑπαρχούσας αὐτῷ καὶ ἀπογραφείσαςἀπογραφίσας ὑπὸ αὐτοῦ διὰ τῆς γενομένης παρὰ Σαβίνῳ κηνσίτορι ἀπογραφῆςαπορραφης τῷ ἔτει καὶ ἔτει καὶ ἔτει μηνὶ Θὼθ κβ περὶ ὁριοδικτίαν τῆς προκειμένης κώμης Καρανίδος τετάρτης πέμπτης τοπαρχίας ἩρακλείδουἩρακλίδο μερίδος ἐπὶ μὲν τῆς πρώτης σφραγῖδος ἐν τόπῳ Ταλινάρτυ λεγομένῳ ἰδιωτικῆς γῆς σπορίμης ἀρούρας τρεῖςτρῖς ὄγδοον τετρα καιεξηκοστὸντατρακαιεξηκοστὸν καὶ ἀβρόχου ἀρούρης τέταρτον ἑκκαιδέκατον ἐπὶ δὲ τῆς ε σφραγῖδος ἐν τόπῳ Τκαινπάω λεγομένῳ ἰδιωτικης γῆς σπορᾶς ιδ ἔτους καὶ ιγ ἔτους καὶϛἔτους ἀρούρας δύο , ἔτι τε καὶ ἐκκεχωρηκέναι τὸν Ἀτίσιον τῷ Ἥρωνι τὴν ἀπὸ τοῦ εὐτυχῶς εἰσιόντος ιθ ἔτους καὶ ιη ἔτους καὶ αα ἔτους διαπαντὸς γεωργίαν ὧν ἀπεγράψατο ὁ ὁμολογῶν Ἀτίσιος διὰ τῆς αὐτῆς ἀπογραφῆς ἐπὶ τῆς προκιμένηςασφραγῖδος ἐν τῷ τόπῳ Ταλινάρτυ λεγομένῳ βασιλικῆςιδιιλικης γῆς σπορίμης ἀρουρῶν ἓξ ἡμίσους τετάρτου ὀγδόου καὶ ἄλλων βασιλικῆς γῆς σπορᾶς ιγ ἔτους καὶ ιβ ἔτους καὶ ε ἔτους ἀρούρης τετάρτου ὀγδόου ἑκκαιδεκάτου καὶ ἀβρόχου ἀρούρης ἡμίσους ἑκκαιδεκάτου ιϛ ἐπὶ παντὸς τοῦ ἀρουρηδοῦαδουρηδου ἢ ὅσωνοσον ἐὰνἠὰν ὦσι ἐπὶ τὸ πλεῖονπλῖον ἢ ἔλαττον, ἐπὶ τοῖς οὖσι αὐτῶναυτον ὁρίοις καὶ ποτίστραις καὶ ἐκχύσεσι καὶ εἰσόδοις καὶ ταῖς ἄλλαις χρήσεσι καὶ δικαίοις πᾶσι κατὰ τὴν ἐξ ἀρχῆς καὶ μέχρι τοῦ νῦν συνήθειαν, ὧν γείτονεςγίτονες καθὼς ἡ προκιμένη ἀπογραφὴ περιέχειπεριέχι, τῆς μὲν ἐπὶ τῆς α σφραγῖδος ἰδιωτικῆς τε καὶ βασιλικῆς γῆς πάσης οὔσης ἐν ἑνὶ πήγματι ἀπὸ μὲν ἀνατολῶν Πτολλᾶ κτῆσις ἀπὸ δὲ δυσμῶν διῶρυξ μεθʼ ἣν χέρσος ἀδέσποτος διόλου, τῶν δὲ ἐπὶ τῆς ε σφραγῖδος ἀρουρῶν ἀπὸ μὲν ἀνατολῶν Ταυημέρας κτῆσις ἀπὸ δὲ δυσμῶν Παησίου κτῆσις, ἄνευ τιμῆς καὶ παραχωρητικοῦ καὶ πάσης τινὸς γοῦν δόσεως ἀντὶ τῶν ὑπὲρ αὐτῶν δημοσίων τελεσμάτων πάντων, και βεβαιώσειν τὸν ὁμολογοῦντα Ἀτίσιον τῷ Ἥρωνι καὶ τοῖς παρʼ αὐτοῦ τὰ κατὰ τὴν παραχωρησιν τῶν προκιμένων ἀρουρῶν πάσῃ βεβαιώσειβαιβεώσι, ἃς καὶ παρέξασθαι ἀνεπάφους καὶ ἀνενεχυράστους καὶ ἀνεπιδανείστους καὶ καθαρὰς ἀπὸ μὲν τελεσμάτων πάντων, τῶν δημοσίων παντοίων σιτικῶν τεδε καὶ κριθικῶν καὶ ἀργυρικῶν καὶ ἀννωνῶν καὶ ἑτέρων παντοίων ἐπιβολῶν καὶ τῆς θείαςθίας διατυπώσεως ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τοῦ Μεσορὴ μηνὸς τοῦ ἐνεστῶτος ιη ἔτους καὶ ιζ ἔτους καὶ ι ἔτους ὄντων πρὸς τὸν ὁμολογοῦντα Ἀτίσιον διὰ τὸ καὶ τὴν ἐπικειμένηνἐπικιμένην ἐν ταῖς ἀρούραις τῷ ἐνεστῶτι ἔτειἔτι σπορὰν αὐτῷ τῷ Ἀτισίῳ διαφέρεινδιαφαίρειν, ἀπὸ δὲδαὶ ἰδιωτικῶν καὶ πάσης ἐνποιήσεως διαπαντός, καὶ ἀπὸ τοῦ νῦν κρατεῖν τὸν Ἥρωνα τῶν παραχωρηθέντων καὶ ἐκχωρηθέντων αὐτῷ ἀρουρῶν πασῶν καὶ κυριεύειν καὶ τὰ ἐξεα αὐτῶν περιγεινόμενα ἀπὸ τοῦ ἑξῆς εὐτυχῶς εἰσιόντος ἔτους εἰς τὸ ἴδιον αὐτὸν ἀποφέρεσθαιαπερεσται και ἐξουσίαν ἔχειν διοικεῖνδιοικῖν καὶ οἰκονομεῖν περὶ αὐτῶν καὶ τὴν βασιλικὴν γῆν ὡς ἐὰν αἱρῆται καὶ διευθύνειν αὐτὸν τῷ τῷ ἱερωτάτῳ ταμείῳ ἀπὸ τοῦ Θὼθ μηνὸς τοῦ εὐτυχῶς εἰσιόντος ἔτους τὰ δημόσια πάντα καὶ ἀννώνας καὶ ἐπιβολὰς πάσας καὶ τὴν θείανθίαν διαπύτωσιν ἐπὶ τὸν ἀεὶἀὶ χρόνον, ἐφʼ ἃς καὶ μὴ ἐπι πορεύεσθαι αὐτὸν τὸν Ἀτίσιον μηδʼ ἄλλον ὑπὲρ αὐτοῦ μηδένα κατὰ μηδένα τρόπον ἀλλὰ καὶ τὸν ἐπελευσόμενον καθʼ ὁντιναοῦν τρόπον ν ἀποστήσεινἀποστήσιν αὐτὸν παραχρῆμα τοῖς ἰδίοις αὐτοῦ δαπανήμασιδανανημασι, ἔτι καὶ προσεκτίσεινπροσεκτίσιν τὰ ἀναλώματα διπλᾶ χωρὶς τοῦ μένειν κύρια καὶ τὰ προγεγραμμένα, καὶ οὐκ οὔσης ἐξουσίας οὔτε τῷ ἐκχωρήσαντι Ἀτισίῳ οὔτε μὴν τῷ ἐκχωρηθέντι Ἥρωνι αὐτὸν ἀλλάξειἀλλάξε τὸν ἕτερον ἢ παραβῆναιπαραβῆνε τι τῶν ἐνγεγραμμένων κατὰ μηδένα τρόπον διὰ τὸ ἑκουσίῳ καὶ αὐθαιρέτῳ γνώμῃ ἐπὶ τήνδε τὴν παραχώρησιν καὶ ἐκχώρησιν αὐτοὺς ἐληλυθέναι, καὶ περὶ δὲ τοῦ ταῦτα οὕτως ὀρθῶς καλῶς γεγονέναι ἐπερωτηθέντες ὡμολόγησαν. Αὐρήλιος Ἀτίσιος Ἁτρῆ ὁμολογῶ παρακεχωρηκέναι τὰς ὑπαρχούσας μοι περὶ ὁριοδικτίαν κώμης Καρανίδος ἰδιωτικῆς γῆς ἐπὶ τὸ αὐτὸ ἀρούρας πέντε τέταρτον ὄγδοον ἑκκαιδέκατον τετρακαιεξηκοστόν ἔτι τε καὶ ἐκκεχωρηκέναι βασιλικῆς γῆς ἐπὶ τὸ αὐτὸ ἀρούρας ἑπτὰ ἥμισυ τέταρτον ὄγδοον ὧν αἱ γειτνίαιγιτνίαι πρόκεινταιπρόκινται, ἀντὶ τῶν δημοσίων τελεσμάτων αὐτῶν πάντων καὶ τῆς θείας διατυπώσεως, καὶ βεβαιῶ καὶ ἐμμενῶ πᾶσι καὶ οὐδὲ παραβήσομαι ὡς πρόκειται, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. Αὐρήλιος Ἥρων Ἄπωνος γέγονεν εἴς μεμαι ἡ παραχώρησις καὶ ἐκχώρησις τῶν προ κειμένων ἀρουρῶν πασῶν καὶ τελέσω τὰ ὑπὲρ αὐτῶν δημόσια πάντα καὶ τὴν θείαν διατύπωσιν ἀπὸ τοῦ Θὼθ μηνὸς τοῦ εὐτυχῶς εἰσιόντος ιθ ἔτους καὶ ιη ἔτους καὶ ια ἔτους ἐπὶ τὸν ἅπαντα χρόνον ὡς πρόκειται, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἀμμώνιος Θεονίνου οὐετρανὸς ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.