Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
chla.41.1203
Inscriptions (1)
Inscription #1
· Latin
· Latin
Transcription
ὑπατείας τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ Σεβαστοῦ τὸ ζ καὶ Μαξιμιανοῦ Σεβαστοῦ τὸ ϛ. Ἰουλίωι Σεπτιμίωι Σαβείνωι κηνσίτορι παρὰ Αὐρηλίου Ἰσιδώρου Πτολεμαίου ἀπὸ κώμης Καρανίδος τοῦ Ἀρσινοίτου νομοῦ. ἀκολούθως τῷ θείῳ προστάγματι τῶν δεσποτῶν ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων φανερόν σοι ποιῶ κεκτῆσθαί με περὶ ὁριοδεικτίανὁριοδικτίαν κώμης Καρανίδος τετάρτης πέμπτης τοπαρχίας Ἡρακλείδου μερίδος τοῦ αὐτοῦ νομοῦ καὶ παρειληφέναι τῆς κτήσεώς μου τῆς ἐν τῇ ὁριοδεικτίᾳὁριοδικτίᾳ τὰ μέτρα τῶν ἀρουρῶν, μετρησάντων Ἀφροδισίου καὶ Παυλίνου γεωμετρῶν, παρόντων καὶ ὑπογραφόντων Κοπρῆ καὶ Ἥρωνος καὶ Ἀπολλωνίου ἰουρατόρων καὶ Σαραπίωνος βοηθοῦ δεκαπρώτων τῆς τοπαρχίας καὶ Παννοῦ ὁριοδείκτουὁριοδίκτου, χωρία ὡς ὑποτέτακται· ἐπὶ τῆς ε σφραγῖδος ἐν τόπῳ ξ λεγομένῳ ἰδιωτικῆς γῆς σπορίμης ἀρούρας πέντε τέταρτον, ἀρούρας ε δ, ὧν γείτονες ἀπὸ μὲν ἀνατολῶν κληρονόμων Χαιρήμονος ανου κτῆσις, ἀπὸ δὲ δυσμῶν ὑδραγωγὸς μεθʼ ὃν Σερηνίλλης κτῆσις, καὶ ὁμοίως ἐν τῷ αὐτῷ τόπῳ ἰδιωτικῆς γῆς σπορίμης ἀρούρας τρεῖς ἥμισυ τέταρτον τετρακαιεξηκοστόν, ἀρούρας γ 𐅵 δ ξδ, καὶ ὁμοίως ἐν τῷ αὐτῷ τόπῳ ἰδιωτικῆς γῆς σπορίμης ἄρουραν μίαν τέταρτον ὄγδοον ἑκκαιδέκατον τετρακαιεξηκοστόν, ἄρουραν α δ η ιϛ ξδ, ὧν ὅλων γείτονες ἀπὸ μὲν ἀνατολῶν Σερηνίλλης κτῆσις, ἀπὸ δὲ δυσμῶν οωου κτῆσις, καὶ ὁμοίως ἐν τῷ αὐτῷ τόπῳ βασιλικῆς γῆς σπορᾶς ιγ ἔτους καὶ ιβ ἔτους καὶ ε ἔτους ἀρούρης τέταρτον ἑκκαιδέκατον ἀρούρης δ ιϛ καὶ ἐν τόπῳ ουλα λεγομένῳ ἰδιωτικῆς γῆς σπορίμης ἀρούρας δύο ἥμισυ ὄγδοον δυοτρίαντον τετρακαιεξηκοστόν, ἀρούρας β 𐅵 η λβ ξδ καὶ ὁμοίως ἐν τῷ αὐτῷ τόπῳ ἰδιωτικῆς γῆς ἀβρόχου ἄρουραν μίαν ἥμισυ τέταρτον ὄγδοον, ἄρουραν α 𐅵 δ η, ὧν ὅλων γείτονες ἀπὸ μὲν ἀνατολῶν διῶρυξ μεθʼ ἣν τ ἀπὸ δὲ δυσμῶν χέρσος ἀδέσποτος διόλου, καὶ ἐν τόπῳ ρσετταρι λεγομένῳ βασιλικῆς γῆς σπορίμης ἀρούρας , ἀρούρας ὧν γείτονες ἀπὸ μὲν ἀνατολῶν ὑδραγωγὸς μεθʼ ὃν π ἀπὸ δὲ δυσμῶν ας κτῆσις, ϛ σφραγῖδος ἐν τόπῳ Παμμάλι λεγομένῳ ἰδιωτικῆς γῆς σπορᾶς ιγ ἔτους καὶ ιβ ἔτους καὶ ε ἔτους ἀρούρης ἥμισυ δυοτριάντον τετρακαιεξηκοστόν, ἀρούρης 𐅵 λβ ξδ, καὶ ὁμοίως ἐν τῷ αὐτῷ τόπῳ βασιλικῆς γῆς σπορίμης ἀρούρας ἀρούρας τῆς αὐτῆς σφραγῖδος ἐν τῷ αὐτῷ τόπῳ βασιλικῆς γῆς σπορίμης ἀρούρης ἥμισυ τέταρτον ὄγδοον δυοτρίαντον τετρακαιεξηκοστόν, ἀρούρης 𐅵 δ η λβ ξδ, ὧν ὅλων γείτονες ἀπὸ μὲν ἀνατολῶν Παειάνου κτῆσις, ἀπὸ δὲ δυσμῶν ὑδραγωγὸς μεθʼ ὃν Κασιανοῦ κτῆσις, ζ σφραγῖδος ἐν τόπῳ Καμοῦν λεγομένῳ ἰδιωτικῆς γῆς σπορίμης ἄρουραν μίαν ἥμισυ ὄγδοον ἑκκαιδέκατον, ἄρουραν α 𐅵 η ιϛ, ἧς γείτονες ἀπὸ μὲν ἀνατολῶν διῶρυξ μεθʼ ἣν Τιβερίνου βουλευτοῦ κτῆσις, ἀπὸ δὲ δυσμῶν χέρσος ἀδέσποτος διόλου, καὶ ὄμνυμι τύχην καὶ νίκην τῶν δεσποτῶν ἡμῶν τῶν ἀνικήτωνανεικητων βασιλέων ἀληθῆ με τὴν ἀπογραφὴν πεποιῆσθαι. ἔτους ιϛ καὶ ιε καὶ η τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων, Θὼθ ιδ ὁμοῦ γείνονται ἐν διαφόροις τόποις βασιλικῆς γῆς σπορίμης ἄρουραι ιζ η λβ ξδ βασιλικῆς γῆς σπορᾶς ιγ ἔτους καὶ ιβ καὶ ε ἀρούρης δ ιϛ ἰδιωτικῆς γῆς σπορίμης ἄρουραι ιδ 𐅵 δ ιϛ ξδ ἰδιωτικῆς γῆς σπορᾶς ιγ ἔτους καὶ ιβ καὶ ε ἀρούρης 𐅵 λβ ξδ ἰδιωτικῆς γῆς ἀβρόχου ἄρουρα α 𐅵 δ η Αὐρήλιος Ἰσίδωρος ἀπεγραψάμην τὰς προδεδηλωμένας ἀρούρας καὶ παρέλαβον τὴν μέτρησιν ὡς πρόκειται ὀμόσας τὸν Σεβάσμιον ὅρκον. Αὐρήλιος Ὡρίων Ἥρωνος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. Αὐρήλιος Ἀφροδίσιος γεωμέτρης ἅμα Παυλείνῳ συνγεωμέτρῃ ἐμέτρησα τοῦ Ἰσιδώρου τὰς προδεδηλωμένας ἀρούρας. Αὐρήλιος Παυλεῖ νος γεωμέτρης ἅμα Ἀφροδισίῳ συνγεωμέτρῃ ἐμέτρησα τοῦ Ἰσιδώρου τὰς προδεδηλωμένας ἀρούρας. Αὐρήλιος Ἀπολλώνιος βουλευτὴς ἰουράτωρ παρήμην τῇ μετρήσει. Αὐρήλιος Κοπρῆς βουλευτὴς ἰουράτωρ παρήμην τῇ μετρήσει. Αὐρήλιος Ἥρων βουλευτὴς ἰουράτωρ παρήμην τῇ με τρήσει. Αὐρήλιος Σαραπίων βοηθὸς δεκαπρώτων τῆς τοπαρχίαςτοπαρχειας ἐπέγνων τὴν μέτρησιν. Αὐρήλιος Πανοῦς ὁριοδείκτηςοριοδικτης ὑπέδειξα πάσας τὰς προδεδηλωμένας ἀρούρας καὶ οὐδὲν παρέλιπον. Αὐρήλιος β διδάσκαλος· παρʼ ἐμοὶ ἐτελέσθη.Cross-references (3)
- TM-Text 10379 primary
- DDbDP-Text chla;41;1203 tier-1
- HGV-Text 10379 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.