no image
DDbDP-text
Declaration of Land via HGV-meta
Linked by Trismegistos ID
TM 10369.
Each record below describes this same artifact or text from a different angle.
ὑπατείας τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ Σεβαστοῦ τὸ ζ καὶ Μαξιμιανοῦ Σεβαστοῦ τὸ ϛ Ἰουλίωι Σεπτιμίωι Σαβείνωι κηνσίτορι παρὰ Αὐρηλίου Ἰσιδώρου Πτολεμαίου ἀπὸ κώμης Καρανίδος πρώτης ἕκτης τοπαρχίαςτοπαρχείας Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ἀκολούθως θείῳ προστάγματι τῶν δεσποτῶν ἡμῶν τῶν ἀνικήτωνἀνεικήτων βασιλέων Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων φανερόν σοι ποιῶ κεκτῆσθαί με περὶ τὴν αὐτὴν κώμην Καρανίδα καὶ παρειληφέναι τῆς κτήσεώς μου τῆς ἐν τῇ κώμῃ τὰ μέτρα τῆς γῆς, μετρησάντων Ἀφροδισίου καὶ Παυλί νου γεωμετρῶν, παρόντων καὶ ὑπογραφόντων Ἀπολλωνίου καὶ Κοπρῆ καὶ Ἥρωνος ἰουρατόρων καὶ Σύρου βοηθοῦ δεκαπρώ των τῆς τοπαρχίαςτοπαρχείας καὶ Παννοῦ ὁριοδείκτουὁριοδίκτου, χωρία ὡς ὑποτέτακται· ἐπὶἐπεὶ τῆς ιη σφραγῖδος ἐν τόπῳ Πμοῦν λεγομένῳ ἰδιωτικῆς γῆς σπαρείσηςσπαρίσης ιδ ἔτους καὶ ιγ ἔτους καὶ ϛ ἔτους ἀρούρης ἥμισυ ὄγδοον ἑκκαιδέκατον, ἀρούρης 𐅵 η ιϛ, οὗ γείτονεςγίτονες ἀπὸ μὲν ἀνατολῶν διῶρυξ μεθʼ ἣν γῆ χέρσος ἀδέσποτος διόλου, ἀπὸ δὲ δυσμῶν Δούλου κτῆσις, καὶ ὄμνυμι τύχην καὶ νίκην τῶν δεσποτῶν ἡμῶν τῶν ἀνικήτωνἀνεικήτων βασιλέων ἀληθῆ με τὴν ἀπογραφὴν πεποιῆσθαι. ἔτους ιϛ καὶ ιε καὶ η τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων. ἔστιν τὸ προκίμενον ἰδιωτικῆς γῆς σπαρείσηςσπαρίσης ιδ ἔτους καὶ ιγ ἔτους καὶ ϛ ἔτους ἀρούρης 𐅵 η ιϛ. Αὐρήλιος Ἰσίδωρος ἀπεγραψάμην τὸ προδεδηλωμένον μέρος τῆς ἀρούρης καὶ παρέλαβον τὴν μέτρησιν ὡς πρό κιται ὀμόσας τὸν Σεβάσμιον ὅρκον. Αὐρήλιος Ὡρίων Ἥρωνος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. Αὐρήλιος Ἀφροδίσιος γεωμέτρης ἅμα Παυλείνῳ συνγεωμέτρῃ ἐμέτρησα τοῦ Ἰσιδώρου τὸ προδεδηλωμένονπροδεδηλουμένον μέρος ἀρούρης. Αὐρήλιος Παυλεῖνος γεωμέτρης ἅμα Ἀφροδισίῳ συνγεωμέτρῃ ἐμέτρησα τοῦ Ἰσιδώρου τὸ προδεδηλωμένονπροδεδηλουμένον μέρος τῆς ἀρούρης. Αὐρήλιος Ἀπολλώ νιος βουλευτὴς ἰουράτωρ παρήμην τῇ μετρήσει. Αὐρήλιος Ἥρων βουλευτὴς ἰουράτωρ παρήμην τῇ μετρήσει. Αὐρήλιος Κοπρῆς βουλευτὴς ἰουράτωρἰουάτωρ παρήμηνπαρήμιν τῇ μετρήσει. Αὐρήλιος Σύρος βοηθὸς δεκαπρώτων τῆς τοπαρχίας ἐπέγνων τὴν μέτρησιν. Αὐρήλιος Πανοῦς ὁριοδείκτηςὁριοδίκτης ὑπέδειξαὑπέδιξα τὸ προδεδηλωμένον μέρος τῆς ἀρούρης καὶ οὐδὲν παρέλιπον. Αὐρήλιος Ἡρώδης διδάσκαλος· παρʼ ἐμοὶ ἐτελέσθη. Iulius Septimius Sabinus censitor accepi et subscripsi libellis.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.