Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.mich.18.785A
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἔτους ὀγδόου ΤιβερίουΝέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Δύστρου γ Τῦβι γ ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Τιθουῆς πρεσβύτερος Πεταῦτος ὡς ἐτῶν τεσσεράκοντα τριῶν οὐλὴ ἀντικνημίωι δεξιῶι μεμερικέναι μετὰ τὴν ἑαυτοῦ τελευτὴν τοῖς ἑαυτοῦ τέκνοις Πεταῦτι καὶ ΘαήσειΘαήσι καὶ Ταμύσθᾳ τοῖς τρισὶ γεγονόσι αὐτῶι ἐξ ἧς συνέστι γυναικὸς Ταπετσίρεως τῆς Πνεφερῶτος καὶ αὐτῇ ΤαπετσίρειΤαπετσίρι, τῶι μὲν ἀρρένωι υἱῶι Πεταῦτι τὸν ὑπάρχοντα αὐτῶι τῶι ὁμολογοῦντι Τιθουεῖ ἐν κώμῃ Καρανίδι πατρικὸν κλῆρον κατοικικὸν ἀρούρης μιᾶς ἡμίσους ἀπὸ ἀρουρῶν τριῶν κοινῶν καὶ ἀδιαιρέτων πρὸς τὸν τοῦ ὁμολογοῦντος ἀδελφὸν Τιθουῆν ἐν μιᾷ σφραγῖδι χωρὶς ἐπιβολῆς κώμης, τῶι δʼ αὐτῶι υἱῶι Πεταῦτι καὶ τὸ ὑπάρχον αὐτῶι τῶι ὁμολογοῦντι ἥμισυ μέρος κοινὸν καὶ ἀδιαίρετον πατρικῆς οἰκίας καὶ τὸ ὑπάρχον τῶι αὐτῶι ὁμολογοῦντι ἐν Καρανίδι μητρικῶν ἥμισυ μέρος κοινὸν καὶ ἀδιαίρετον πρὸς τὸν τοῦ ὁμολογοῦντος ἀδελφὸν Τιθοῆν, τῶι δʼ αὐτῶι υἱῶι Πεταῦτι καὶ ἀπὸ τῶν ὑπαρχόντων αὐτῶι τῶι ὁμολογοῦντι Τιθουεῖ κτηνῶν ὄνον θήλειαν καὶ τὴν ἐπακολουθοῦσαν πῶλον θήλειαν, τῶι δʼ αὐτῶι υἱῶι Πεταῦτι καὶ ταῖς θυγατράσι κοινῶς ἐξ ἴσου ἑκάστωι κατὰ τὸ τρίτον μέρος τὰ ὑπάρχοντα αὐτῶι τῶι ὁμολογοῦντι ἀγελικὰ πρόβατα σύμμικτα ἀριθμῶι καὶ τοὺς ἐπακολουθοῦντας ἄρν́ας καὶ ἐρίφους· τῆι δὲ προγεγραμμένηι τοῦ ὁμολογοῦντος γυναικὶ ἔχειν τὴν τῆς προγεγραμμένης οἰκίας ἐνοίκησιν καὶ ἃ ἐὰν καταλείπῃ σκευάρια καὶ ἐπίπλοα καὶ ἐνοφειλόμενα αὐτῶι καθʼ ὃ δή ποτε οὖν τρόπον ἐξέσται καὶ τὰ περιγενόμενα ὧν γεωργεῖ ὁ ὁμολογῶν κατοικικῶν ἐδαφῶν ἐκ τοῦ ἐνεστῶτος η ἔτους· ἀντὶ τῶν ἐξακολουθούντων περιγενομένων ἡ γυνήἡι γυνηι Ταπετσῖρις ποιήσεται τὴν διόρθωσιν ὧν ὀφείλει ὁ ὁμολογῶν ὀφειλημάτων παντοίων σαν τὴν τούτων καρπείανκαρπίαν· τὰ γενήματα καὶ πρόσφορα τῶν μεμερισμένων τοῖς τέκνοις κε Πεταῦς ἃ καὶ παραδώσειπαραδώσι ἡ Ταπετσῖρις πενταετίανπενταεταίαν καθαρὰ ἀπὸ δημοσίων πάντων καὶ πάσης δαπάνης μυθως· οὐθὲν δὲ καταχρηματίζουσαν τῶν τοῖς τέκνοις μεμερισμένων ους καὶ ἀνεκλογίστουςἀνεγλογίστους οὐθὲν μέντοι ἁπλῶς ἐξαλλοτριοῦσαν ἐπὶ καταχρηματισμὸν χοις εὐδοκεῖν. Ταπετσῖρις Πνεφερῶτος ὡς ἐτῶν μα οὐλὴ πήχει δεξιῶι μετὰ κυρίου τοῦ ἀδελφοῦ ὡς ἐτῶν οὐλὴ δεξιῶι καὶ Ἀφροδίσιος ὡς ἐτῶν νε οὐλὴ ἀντικνημίωι δεξιῶι. ἔτους η ΤιβερίουΝέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Τῦβι γ. ἀναγέγραπται διὰ τοῦ ἐν Πτολεμαίδι Εὐεργέτιδι γραφείου.Cross-references (3)
- TM-Text 12337 primary
- DDbDP-Text p.mich;18;785A tier-1
- HGV-Text 12337 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.